- 텍스트

Plutarch, chapter 34

(플루타르코스, chapter 34)

ὁ δὲ Πύρρος ἐφορῶν τὸν περιέχοντα χειμῶνα καὶ κλύδωνα, τὴν μὲν στεφάνην, ᾗ διάσημον ἦν τὸ κράνος, ἀφελὼν ἔδωκέ τινι τῶν ἑταίρων, αὐτὸς δὲ τῷ ἵππῳ πεποιθὼς εἴς τοὺς ἑπομένους τῶν πολεμίων ἐνέβαλε, καὶ δόρατι πληγεὶς διὰ τοῦ θώρακος οὐ καιρίαν πληγὴν οὐδὲ μεγάλην ἐπέστρεψε κατὰ τοῦ πατὰξαντος, ὃς ἦν Ἀργεῖος, οὐ τῶν ἐπιφανῶν, ἀλλὰ πενιχρᾶς καὶ πρεσβυτέρας υἱὸς γυναικός αὕτη τότε θεωμένη τὴν μάχην ὥσπερ αἱ λοιπαὶ γυναῖκες ἀπὸ τοῦ τέγους, ὡς ἐπέγνω συνεστῶτα τῷ Πύρρῳ τὸν υἱόν, ἐκπαθὴς γενομένη πρὸς τὸν κίνδυνον, ἄρασα κεραμίδα ταῖς χερσὶν ἀμφοτέραις ἀφῆκεν ἐπὶ τὸν Πύρρον.? ἐμπεσούσης δὲ τῇ κεφαλῇ κατὰ τοῦ κράνους, καὶ τῶν σφονδύλων πρὸς τὴν βάσιν τοῦ τραχήλου συντριβέντων, αἵ τε ὄψεις συνεχύθησαν αὐτοῦ καὶ προήκαντο τὰς ἡνίας αἱ χεῖρες, αὐτὸς δὲ κατενεχθεὶς παρὰ τὸν τοῦ Λικυμνίου σηκὸν ἔπεσεν ὑπὸ τῶν πολλῶν ἀγνοούμενος.

καὶ μόλις ἀποσπάσαι τὴν κεφαλήν, Ἤδη δὲ σύνδηλον ἦν τὸ γεγονὸς πλείοσι, καὶ προσδραμὼν ὁ Ἀλκυονεὺς ᾔτησε τὴν κεφαλὴν ὡς ἂν κατανοήσων λαβὼν δὲ ἀφίππευσε πρὸς τὸν πατέρα, καὶ καθεζομένῳ μετὰ τῶν φίλων προσέβαλε, θεασάμενος δὲ καὶ γνοὺς ὁ Ἀντίγονος τὸν μὲν υἱὸν ἀπήλασε τῇ βακτηρίᾳ παίων καὶ καλῶν ἐναγῆ καὶ βάρβαρον, αὐτὸς δὲ τὴν χλαμύδα προθέμενος τοῖς ὄμμασιν ἐδάκρυσεν, Ἀντιγόνου τοῦ πάππου μνησθεὶς καὶ Δημητρίου τοῦ πατρός, οἰκείων παραδειγμάτων εἴς τύχης μεταβολήν.

τὴν μὲν οὖν κεφαλὴν καὶ τὸ σῶμα τοῦ Πύρρου κοσμήσας ἔκαυσεν:

ἐκ τούτου φιλοφρονησάμενος καὶ κοσμήσας τὸν Ἕλενον ἀπέστειλεν εἴς Ἤπειρον, καὶ τοῖς φίλοις τοῦ Πύρρου πράως ἐνετύγχανε τοῦ στρατοπέδου καὶ τῆς δυνάμεως πάσης κύριος γενόμενος.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION