호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ πρὸσ τοῦτο τῶν Λακεδαιμονίων βοηθούντων ὤφθη παρὰ τὴν τάφρον καὶ τὰσ ἁμάξασ ὁ Πύρροσ ἵππῳ βιαζόμενοσ εἰσ τὴν πόλιν. κραυγῆσ δὲ τῶν κατὰ τοῦτο τεταγμένων γενομένησ καὶ δρόμου καὶ ὀλολυγμοῦ τῶν γυναικῶν, ἤδη διεξελαύνοντι τῷ Πύρρῳ καὶ προσκειμένῳ τοῖσ κατὰ πρόσωπον ἐξήλατο Κρητικῷ βέλει πληγεὶσ ὁ ἵπποσ ὑπὸ τὴν γαστέρα, καὶ κατέβαλε δυσθανατῶν τὸν Πύρρον εἰσ τόπουσ ὀλισθηροὺσ καὶ κατάντεισ, θορυβουμένων δὲ περὶ τοῦτον τῶν ἑταίρων ἐπέδραμον οἱ Σπαρτιᾶται, καὶ χρώμενοι τοῖσ βέλεσιν ἐξέωσαν ἅπαντασ·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기