- 텍스트

Plutarch, chapter 29 4:

(플루타르코스, chapter 29 4:)

καὶ πρὸς τοῦτο τῶν Λακεδαιμονίων βοηθούντων ὤφθη παρὰ τὴν τάφρον καὶ τὰς ἁμάξας ὁ Πύρρος ἵππῳ βιαζόμενος εἰς τὴν πόλιν.? κραυγῆς δὲ τῶν κατὰ τοῦτο τεταγμένων γενομένης καὶ δρόμου καὶ ὀλολυγμοῦ τῶν γυναικῶν, ἤδη διεξελαύνοντι τῷ Πύρρῳ καὶ προσκειμένῳ τοῖς κατὰ πρόσωπον ἐξήλατο Κρητικῷ βέλει πληγεὶς ὁ ἵππος ὑπὸ τὴν γαστέρα, καὶ κατέβαλε δυσθανατῶν τὸν Πύρρον εἰς τόπους ὀλισθηροὺς καὶ κατάντεις, θορυβουμένων δὲ περὶ τοῦτον τῶν ἑταίρων ἐπέδραμον οἱ Σπαρτιᾶται, καὶ χρώμενοι τοῖς βέλεσιν ἐξέωσαν ἅπαντας:?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION