호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὕτω μὲν ἐξέπεσε τῶν Ἰταλικῶν καὶ Σικελικῶν ὁ Πύρρος ἐλπίδων, ἑξαετῆ χρόνον ἀναλώσας περὶ τοὺς ἐκεῖ πολέμους, καὶ τοῖς πράγμασιν ἐλαττωθείς, τὸ δὲ ἀνδρεῖον ἀνίκητον ἐν ταῖς ἥτταις διαφυλάξας:? καὶ νομισθεὶς ἐμπειρίᾳ μὲν πολεμικῇ καὶ χειρὶ καὶ τόλμῃ πολὺ πρῶτος εἶναι τῶν καθ αὑτὸν βασιλέων, ἃ δὲ ταῖς πράξεσιν ἐκτᾶτο ταῖς ἐλπίσιν ἀπολλύναι, δι ἔρωτα τῶν ἀπόντων οὐδὲν εἷς ὃ δεῖ θέσθαι τῶν ὑπαρχόντων φθάσας.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기