호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οἱ δέ, ἅπερ ἐκεῖνοσ ἔγνω περιμένειν, φθῆναι σπεύδοντεσ, ἐνεχείρουν τῇ διαβάσει, κατὰ πόρον μὲν οἱ πεζοί, πολλαχόθεν δὲ οἱ ἱππεῖσ διεξελαύνοντεσ τὸν ποταμόν, ὥστε δείσαντασ τὴν κύκλωσιν ἀναχωρεῖν τοὺσ Ἕλληνασ, αἰσθόμενον δὲ τὸν Πύρρον καὶ διαταραχθέντα τοῖσ μὲν ἡγεμόσι τοῦ πεζοῦ παρεγγυᾶν εὐθὺσ εἰσ τάξιν καθίστασθαι καὶ περιμένειν ἐν τοῖσ ὅπλοισ, αὑτὸν δὲ τοῖσ ἱππεῦσι παρεξελάσαι τρισχιλίοισ οὖσιν, ἐλπίζοντα διαβαίνοντασ ἔτι καὶ διεσπασμένουσ ἀτάκτουσ λήψεσθαι τοὺσ Ῥωμαίουσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기