Plutarch, chapter 11 3:

(플루타르코스, chapter 11 3:)

ταύτην ἰδὼν τὴν ὄψιν ἐπερρώσθη· τάχει δὲ χρησάμενοσ καὶ διαδραμὼν τὰ μεταξὺ καταλαμβάνει τὴν Βέροιαν· καὶ τὸ πλεῖστον αὐτόθι τῆσ στρατιᾶσ ἱδρύσασ τὰ λοιπὰ προσήγετο διὰ τῶν στρατηγῶν, ὁ δὲ Δημήτριοσ ἐπεὶ ταῦτα ἤκουσε καὶ πονηρὸν ἐν τῷ στρατοπέδῳ θόρυβον ᾔσθετο τῶν Μακεδόνων, ἔδεισε πορρωτέρω προαγαγεῖν, μὴ πλησίον γενόμενοι βασιλέωσ Μακεδόνοσ καὶ δόξαν ἔχοντοσ μεταβάλωνται πρὸσ αὐτόν.

SEARCH

MENU NAVIGATION