호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἦν δὲ δορατισμὸς τὸ πρῶτον, εἶτα ἐν χεροῖν γενόμενοι μετὰ τέχνης ἅμα καὶ βίας ἐχρῶντο τοῖς ξίφεσι.? λαβὼν δὲ ὁ Πύρρος ἓν τραῦμα, δοὺς δὲ δύο, τὸ μὲν εἰς τὸν μηρόν, τὸ δὲ παρὰ τὸν τράχηλον, ἐτρέψατο καὶ κατέβαλε τὸν Πάνταυχον οὐ μὴν ἀνεῖλεν, ἀνηρπάγη γάρ ὑπὸ τῶν φίλων, οἱ δὲ Ἠ πειρῶται τῇ νίκῃ τοῦ βασιλέως ἐπαρθέντες καὶ θαυμάσαντες τὴν ἀρετὴν ἐβιάσαντο καὶ διέκοψαν τὴν φάλαγγα τῶν Μακεδόνων, καὶ φεύγοντας διώκοντες ἀπέκτεινὰν τε πολλοὺς καὶ πεντακισχιλίους ζῶντας εἷλον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기