호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τῷ δὲ Ἀλεξάνδρῳ τῶν πραγμάτων ἤδη κατάστασιν ἐχόντων ὅμως ὁ Δημήτριος ἀφίκετο:? καὶ δῆλος μὲν ἦν εὐθὺς ἥκων μὴ δεομένῳ, καὶ φόβον παρεῖχεν, ὀλίγας δ᾿: ἦν μὲν οὖν καὶ πρότερον αὐτῷ πρὸς τὸν Πύρρον ἐγκλήματα, καὶ καταδρομαὶ τῆς Θεσσαλίας ἐγεγόνεισαν ὑπ ἐκείνου, καὶ τὸ σύμφυτον νόσημα ταῖς δυναστείαις, ἡ πλεονεξία, τὴν γειτνίασιν αὐτοῖς ἐπίφοβον καὶ ἄπιστον παρεῖχε, καὶ μᾶλλον ἔτι μετὰ τὴν τῆς Δηϊδαμείας τελευτήν.
ἐπεὶ δὲ καὶ κατασχόντες ἀμφότεροι Μακεδονίας συνέπιπτον εἰς τὸ αὐτὸ καὶ μείζονας ἐλάμβανε προφάσεις ἡ διαφορά, Δημήτριος μὲν ἐπ Αἰτωλοὺς στρατευσάμενος καὶ κρατήσας, Πάνταυχον αὐτόθι μετὰ πολλῆς δυνάμεως καταλιπὼν αὐτὸς ἐβάδιζεν ἐπὶ Πύρρον, καὶ Πύρρος ἐπ ἐκεῖνον, ὡς ᾔσθετο. γενομένης δὲ διαμαρτίας καθ ὁδὸν ἀλλήλους παρήλλαξαν καὶ Δημήτριος μὲν ἐμβαλὼν εἰς Ἤ πειρον ἐλεηλάτει, Πύρ ος δὲ Πανταύχῳ περιπεσὼν εἰς μάχην κατέστη, καὶ τῶν στρατιωτῶν συμπεσόντων δεινὸς ἦν καὶ μέγας ἀγὼν, μάλιστα κατὰ τοὺς ἡγεμόνας, ὅ τε γάρ Πάνταυχος ἀνδρείᾳ καὶ χειρὶ καὶ ῥώμῃ σώματος ἄριστος ὢν ὁμολογουμένως τῶν περὶ Δημήτριον στρατηγῶν, καὶ θάρσος ἔχων καὶ φρόνημα, προὐκαλεῖτο τὸν Πύρρον εἰς χεῖρας, ὅ τε Πύρρος οὐδενὶ τῶν βασιλέων ὑφιέμενος ἀλκῆς καὶ τόλμης, καὶ τὴν Ἀχιλλέως δόξαν αὑτῷ δι:
ἀρετὴν μᾶλλον ἢ κατὰ γένος συνοικειοῦν βουλόμενος, ἐναντίος ἐχώρει διὰ τῶν προμάχων ἐπὶ τὸν Πάνταυχον.
ἦν δὲ δορατισμὸς τὸ πρῶτον, εἶτα ἐν χεροῖν γενόμενοι μετὰ τέχνης ἅμα καὶ βίας ἐχρῶντο τοῖς ξίφεσι.
λαβὼν δὲ ὁ Πύρρος ἓν τραῦμα, δοὺς δὲ δύο, τὸ μὲν εἰς τὸν μηρόν, τὸ δὲ παρὰ τὸν τράχηλον, ἐτρέψατο καὶ κατέβαλε τὸν Πάνταυχον οὐ μὴν ἀνεῖλεν, ἀνηρπάγη γάρ ὑπὸ τῶν φίλων, οἱ δὲ Ἠ πειρῶται τῇ νίκῃ τοῦ βασιλέως ἐπαρθέντες καὶ θαυμάσαντες τὴν ἀρετὴν ἐβιάσαντο καὶ διέκοψαν τὴν φάλαγγα τῶν Μακεδόνων, καὶ φεύγοντας διώκοντες ἀπέκτεινὰν τε πολλοὺς καὶ πεντακισχιλίους ζῶντας εἷλον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기