호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
μετὰ δὲ τὸν γάμον τοῦτον ἔτι μᾶλλον εὐδοκιμῶν, καὶ γυναικὸς ἀγαθῆς τῆς Ἀντιγόνης περὶ αὐτὸν οὔσης, διεπράξατο χρήματα λαβὼν καὶ δύναμιν εἰς Ἤπειρον ἐπὶ τὴν βασιλείαν ἀποσταλῆναι.? καὶ παρῆν οὐκ ἄκουσι τοῖς πολλοῖς διὰ τὴν ἀπέχθειαν τὸν Νεοπτολέμου χαλεπῶς καὶ βιαίως ἄρχοντος, πλὴν ἀλλὰ δείσας μὴ πρός τινα τῶν ἄλλων βασιλέων ὁ Νεοπτόλεμος τράπηται, διαλύσεις ἔθετο καὶ φιλίαν πρὸς αὐτὸν ἐπὶ κοινωνίᾳ τῆς ἀρχῆς. χρόνου δὲ προϊόντος ἦσαν οἱ παροξύνοντες αὐτοὺς κρύφα καὶ κατ ἀλλήλων ἐμποιοῦντες ὑποψίας, ἡ μέντοι μάλιστα κινήσασα τὸν Πύρρον αἰτία λέγεται τοιαύτην ἀρχὴν λαβεῖν.
εἰώθεισαν οἱ βασιλεῖς ἐν Πασσαρῶνι, χωρίῳ τῆς Μολοττίδος, Ἀρείῳ Διί: θύσαντες ὁρκωμοτεῖν τοῖς Ἠπειρώταις καὶ ὁρκίζειν, αὐτοὶ μὲν ἄρξειν κατὰ τοὺς νόμους, ἐκείνους δὲ τὴν βασιλείαν διαφυλάξειν κατὰ τοὺς νόμους, ταῦτ οὖν ἐδρᾶτο ἀμφοτέρων τῶν βασιλέων παρόντων, καὶ συνῆσαν ἀλλήλοις μετὰ τῶν φίλων, δῶρα πολλὰ τὰ μὲν διδόντες, τὰ δὲ λαμβάνοντες, ἐνταῦθα δὴ Γέλων, ἀνήρ πιστὸς Νεοπτολέμῳ, δεξιωσάμενος φιλοφρόνως τὸν Πύρρον ἐδωρήσατο βοῶν ἀροτήρων δυσὶ ζεύγεσι. ταῦτα Μυρτίλος ὁ ἐπὶ τοῦ οἴνου παρὼν ᾔτει τὸν Πύρρον:
ἐκείνου δὲ μὴ διδόντος, ἀλλ ἑτέρῳ, χαλεπῶς ἐνεγκὼν ὁ Μυρτίλος οὐκ ἔλαθε τὸν Γέλωνα. καλέσας οὖν αὐτὸν ἐπὶ δεῖπνον, ὡς δέ φασιν ἔνιοι, καὶ χρησάμενος παρ οἶνον ὡρ´αν ἔχοντι, λόγους προσήνεγκε παρακαλῶν ἑλέσθαι τὰ τοῦ Νεοπτολέμου καὶ φαρμάκοις διαφθεῖραι τὸν Πύρρον.
ὁ δὲ Μυρτίλος ἐδέξατο μὲν τὴν πεῖραν ὡς ἐπαινῶν καὶ συμπεπεισμένος, ἐμήνυσε δὲ τῷ Πύρρῳ: καὶ κελεύσαντος ἐκείνου τὸν ἀρχιοινοχόον Ἀλεξικράτην τῷ Γέλωνι συνέστησεν, ὡς δὴ μεθέξοντα τῆς πράξεως αὐτοῖς: ἐβούλετο γὰρ ἐν πλείοσιν ὁ Πύρρος τὸν ἔλεγχον γενέσθαι τοῦ ἀδικήματος. οὕτω δὲ τοῦ Γέλωνος ἐξαπατωμένου συνεξαπατώμενος ὁ Νεοπτόλεμος, καὶ τὴν ἐπιβουλὴν ὁδῷ βαδίζειν οἰόμενος οὐ κατεῖχεν, ἀλλ ὑπὸ χαρᾶς ἐξέφερε πρὸς τοὺς φίλους, καί ποτε κωμάσας παρὰ τὴν ἀδελφὴν Καδμείαν ἐχρῆτο λαλιᾷ περὶ τούτων, οὐδένα συνακούειν οἰόμενος:
οὐδεὶς γὰρ ἦν πλησίον ἄλλος ἢ Φαιναρέτη γυνὴ Σάμωνος τοῦ τὰ ποίμνια καὶ τὰ βουκόλια τῷ Νεοπτολέμῳ διοικοῦντος, αὕτη δὲ ἀπεστραμμένη πρὸς τὸν τοῖχον ἐπὶ κλίνης τινὸς ἐδόκει καθεύδειν. αἰσθόμενος τῶν Ἠπειρωτῶν τοὺς κρατίστους προσέχοντας αὑτῷ, καὶ παρακελευομένους ἀπαλλαγῆναι τοῦ Νεοπτολέμου, καὶ μὴ μερίδα μικρὰν ἔχοντα βασιλείας ἀγαπᾶν, ἀλλὰ τῇ φύσει χρήσασθαι μειζόνων πραγμάτων ἀντιλαμβανόμενον, καί τινος ὑποψίας ἅμα προσγενομένης τὸν Νεοπτόλεμον φθάσας ἀνελεῖν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기