호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ μέντοι χρόνου βραχέος διαγενομένου, καὶ τῶν πραγμάτων διδασκόντων οἱο῀ν ἐπιστάτην καὶ φύλακα σωφροσύνης καὶ δικαιοσύνης ὁ δῆμος ἀπώλεσεν, ἀνδριάντα μὲν αὐτοῦ χαλκοῦν ἀνέστησαν, ἔθαψαν δὲ δημοσίοις τέλεσι τὰ ὀστᾶ.? τῶν δὲ κατηγόρων Ἁγνωνίδην μὲν αὐτοὶ θάνατον καταχειροτονήσαντες ἀπέκτειναν, Ἐπίκουρον δὲ καὶ Δημόφιλον ἀποδράντας ἐκ τῆς πόλεως ἀνευρὼν ὁ τοῦ Φωκίωνος υἱὸς ἐτιμωρήσατο. "εἰ τὸ φίλον λύσασθαι μὴ αἰσχρόν ἐστιν, οὐδὲ τὸ φίλην ὁμοίως:
"εἰ δὲ μὴ τὸ ἑταῖρον, οὐδὲ τὸ ἑταίραν: θέμενον οὖν ἑαυτῷ πρὸς τὴν ἐπιθυμίαν τὸν λόγον ὡς εὖ ἔχοντα, λύσασθαι τὴν ἑταίραν. ἀλλὰ τὰ μὲν περὶ Φωκίωνα πραχθέντα τῶν περὶ Σωκράτην πάλιν ἀνέμνησε τοὺς Ἕλληνας, ὡς ὁμοιοτάτης ἐκείνῃ τῆς ἁμαρτίας ταύτης καὶ δυστυχίας τῇ πόλει γενομένης.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기