호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Δημάδησ ὁ ῥήτωρ ἰσχύων μὲν ἐν ταῖσ Ἀθήναισ διὰ τὸ πρὸσ χάριν πολιτεύεσθαι Μακεδόνων καὶ Ἀντιπάτρου, πολλὰ δὲ γράφειν καὶ λέγειν ἀναγκαζόμενοσ παρὰ τὸ ἀξίωμα τῆσ πόλεωσ καὶ τὸ ἦθοσ, ἔλεγε συγγνώμησ ἄξιοσ εἶναι πολιτευόμενοσ τὰ ναυάγια τῆσ πόλεωσ, τοῦτο δὲ εἰ καὶ τῷ ῥήτορι θρασύτερον εἴρηται, δόξειεν ἂν ἀληθὲσ εἶναι μετενεχθὲν ἐπὶ τὴν Φωκίωνοσ πολιτείαν. Δημάδησ μὲν γὰρ αὐτὸσ ἦν ναυάγιον τῆσ πόλεωσ, οὕτωσ ἀσελγῶσ βιώσασ καὶ πολιτευσάμενοσ ὥστε Ἀντίπατρον εἰπεῖν ἐπ’ αὐτοῦ, γέροντοσ ἤδη γεγονότοσ, ὅτι καθάπερ ἱερείου διαπεπραγμένου γλῶσσα καὶ κοιλία μόνον ἀπολείπεται·
τὴν δὲ Φωκίωνοσ ἀρετήν, ὥσπερ ἀνταγωνιστῇ βαρεῖ καὶ βιαίῳ καιρῷ συλλαχοῦσαν, αἱ τύχαι τῆσ Ἑλλάδοσ ἀμαυρὰν καὶ ἀλαμπῆ πρὸσ δόξαν ἐποίησαν. οὐ γὰρ Σοφοκλεῖ γε προσεκτέον ἀσθενῆ ποιοῦντι τὴν ἀρετὴν ἐν οἷσ φησιν·
ἀλλ’ οὐ γὰρ, ὦναξ, οὐδ’ ὃσ ἂν βλάστῃ μένει νοῦσ τοῖσ κακῶσ πράξασιν, ἀλλ’ ἐξίσταται· τοσοῦτον δὲ τῇ τύχῃ δοτέον ἀντιταττομένῃ πρὸσ τοὺσ ἀγαθοὺσ ἄνδρασ ἰσχύειν, ὅσον ἀντὶ τῆσ ἀξίασ τιμῆσ καὶ χάριτοσ ἐνίοισ ψόγουσ πονηροὺσ καὶ διαβολὰσ ἐπιφέρουσαν τὴν πίστιν ἀσθενεστέραν ποιεῖν τῆσ ἀρετῆσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기