호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὀλίγῳ δὲ ὕστερον χρόνῳ Κρατεροῦ διαβάντοσ ἐξ Ἀσίασ μετὰ πολλῆσ δυνάμεωσ καὶ γενομένησ πάλιν ἐν Κραννῶνι παρατάξεωσ, ἡττήθησαν μὲν οἱ Ἕλληνεσ οὔτε μεγάλην ἧτταν οὔτε πολλῶν πεσόντων, ἀπειθείᾳ δὲ πρὸσ τοὺσ ἄρχοντασ ἐπιεικεῖσ καὶ νέουσ ὄντασ, καὶ ἅμα τὰσ πόλεισ αὐτῶν πειρῶντοσ Ἀντιπάτρου, διαρρυέντεσ αἴσχιστα προήκαντο τὴν ἐλευθερίαν. εὐθὺσ οὖν ἐπὶ τὰσ Ἀθήνασ ἄγοντοσ τοῦ Ἀντιπάτρου τὴν δύναμιν οἱ μὲν περὶ Δημοσθένην καὶ Ὑπερείδην ἀπηλλάγησαν ἐκ τῆσ πόλεωσ, Δημάδησ δέ, μηθὲν μέροσ ὧν ὤφειλε χρημάτων ἐπὶ ταῖσ καταδίκαισ ἐκτῖσαι τῇ πόλει·
"ἐγὼ συμβουλεύων ὑμῖν, οὐκ ἂν νῦν ἐβουλευόμεθα περὶ πραγμάτων τοιούτων.
οὕτω δὲ τοῦ ψηφίσματοσ ἐπικυρωθέντοσ ἀπεστάλη πρὸσ Ἀντίπατρον ἐν τῇ Καδμείᾳ στρατοπεδεύοντα καὶ παρασκευαζόμενον εὐθὺσ εἰσ τὴν Ἀττικὴν βαδίζειν. εἶπε, "Φωκίωνι ταύτην τὴν χάριν.
περὶ δὲ τῶν ἄλλων ἐκέλευεν αὐτοῖσ ἐπιτρέπειν τοὺσ Ἀθηναίουσ, ὥσπερ ἐν Λαμίᾳ Λεωσθένησ ἐκεῖνον.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기