호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"αὕτη ὑμᾶσ λελύπηκεν ἡ ὀφρύσ· "ὁ δὲ τούτων γέλωσ πολλὰ κλαῦσαι τὴν πόλιν πεποίηκεν. ὁμοίωσ δέ πωσ τοῦ Φωκίωνοσ καὶ ὁ λόγοσ ἦν ἐπὶ χρηστοῖσ εὐτυχήμασι καὶ διανοήμασι σωτήριοσ, προστακτικήν τινα καὶ αὐστηρὰν καὶ ἀνήδυντον ἔχων βραχυλογίαν.
ὡσ γὰρ ὁ Ζήνων ἔλεγεν ὅτι δεῖ τὸν φιλόσοφον εἰσ νοῦν ἀποβάπτοντα προφέρεσθαι τὴν λέξιν, οὕτωσ ὁ Φωκίωνοσ λόγοσ πλεῖστον ἐν ἐλαχίστῃ λέξει νοῦν εἶχε. "ἡ τῶν ἐμῶν λόγων κοπὶσ πάρεστιν.
ἀλλὰ τοῦτο μὲν ἴσωσ πρὸσ τὸ ἦθοσ ἀνοιστέον ἐπεὶ καὶ ῥῆμα καὶ νεῦμα μόνον ἀνδρὸσ ἀγαθοῦ μυρίοισ ἐνθυμήμασι καὶ περιόδοισ ἀντίρροπον ἔχει πίστιν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기