- 텍스트

Plutarch, chapter 34

(플루타르코스, chapter 34)

τὸν δὲ Φωκίωνα καὶ τοὺς μετ αὐτοῦ φυλακῆς περιεχούσης, ὅσοι τῶν ἑταίρων ἔτυχον οὐκ ἐγγὺς ἑστῶτες, ὡς τοῦτο εἶδον, ἐγκαλυψάμενοι καὶ διαφυγόντες ἐσώθησαν.? ἐκείνους δὲ Κλεῖτος εἷς Ἀθήνας ἀνῆγε λόγῳ μὲν κριθησομένους, ἔργῳ δὲ ἀποθανεῖν κατακεκριμένους. καὶ προσῆν τὸ σχῆμα τῇ κομιδῇ λυπηρόν, ἐφ ἁμάξαις κομιζομένων αὐτῶν διὰ τοῦ Κεραμεικοῦ πρὸς τὸ θέατρον:

ἐκεῖ γὰρ αὐτοὺς προσαγαγὼν ὁ Κλεῖτος συνεῖχεν, ἄχρι οὗ τὴν ἐκκλησίαν ἐπλήρωσαν οἱ ἄρχοντες, οὐ δοῦλον, οὐ ξένον, οὐκ ἄτιμον ἀποκρίναντες, ἀλλὰ πᾶσι καὶ πάσαις ἀναπεπταμένον τὸ βῆμα καὶ τὸ θέατρον παρασχόντες. "ἀδίκως ἢ δικαίως ἀποκτεῖναι βούλεσθε ἡμᾶς·

"πῶς γνώσεσθε μὴ ἀκούσαντες· "ἀδικεῖν ὁμολογῶ, καὶ θανάτου τιμῶμαι τὰ πεπολιτευμένα ἐμαυτῷ:

"τούτους δέ, ἄνδρες Ἀθηναῖοι, διὰ τί ἀποκτενεῖτε μηδὲν ἀδικοῦντας· ὁ μὲν Φωκίων ἀποστὰς ἡσυχίαν ἦγεν, ὁ δὲ Ἁγνωνίδης ψήφισμα γεγραμμένον ἔχων ἀνέγνω, καθ ὃ τὸν δῆμον ἔδει χειροτονεῖν περὶ τῶν ἀνδρῶν εἰ δοκοῦσιν ἀδικεῖν, τοὺς δὲ ἄνδρας, ἂν καταχειροτονηθῶσιν, ἀποθνῄσκειν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION