호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οἵ τε γὰρ φυγάδες αὐτῷ συνεισβαλόντες εὐθὺς ἦσαν ἐν ἄστει, καὶ τῶν ξένων ἅμα καὶ τῶν ἀτίμων πρὸς αὐτοὺς εἰσδραμόντων ἐκκλησία παμμιγὴς ἠθροίσθη καὶ ἄτακτος, ἐν ᾗ τὸν Φωκίωνα τῆς ἀρχῆς ἀπολύσαντες ἑτέρους εἵλοντο στρατηγούς, εἰ δὲ μὴ συνιὼν εἰς λόγους ὁ Ἀλέξανδρος τῷ Νικάνορι μόνος παρὰ τὸ τεῖχος ὤφθη, καὶ τοῦτο ποιοῦντες πολλάκις ὑποψίαν τοῖς Ἀθηναίοις παρέσχον, οὐκ ἂν ἡ πόλις διέφυγε τὸν κίνδυνον.??
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기