- 텍스트

Plutarch, chapter 30

(플루타르코스, chapter 30)

τοῦ δὲ Μενύλλου δωρεὰν αὐτῷ καὶ χρήματα διδόντος, ἀπεκρίνατο μήτ ἐκεῖνον Ἀλεξάνδρου βελτίονα εἶναι μήτε κρείττονα τὴν αἰτίαν ἐφ ᾗ λήψεται νῦν ὁ τότε μὴ δεξάμενος.? "ἐὰν μὲν σωφρονῇ μεταβαλόμενος, ἀρκέσει τὰ τοῦ πατρός: "ὡς δ ἔχει νῦν, οὐδὲν ἱκανόν ἐστιν. "Ἀντίπατρος ἅμα μοι καὶ φίλῳ καὶ κόλακι χρῆσθαι. τὸν δὲ Ἀντίπατρον αὐτὸν εἰπεῖν λέγουσιν ὡς δυεῖν αὐτῷ φίλων Ἀθήνησιν ὄντων, Φωκίωνος καὶ Δημάδου, τὸν μὲν λαβεῖν οὐ πέπεικε, τὸν δὲ διδοὺς οὐκ ἐμπέπληκε.

καὶ μέντοι Φωκίων μὲν ὡς ἀρετὴν ἐπεδείκνυτο τὴν πενίαν, ἐν ᾗ τοσαυτάκις Ἀθηναίων στρατηγήσας καὶ βασιλεῦσι φίλοις χρησάμενος ἐγκατεγήρασε, Δημάδης δὲ τῷ πλούτῳ καὶ παρανομῶν ἐκαλλωπίζετο. νόμου γὰρ ὄντος Ἀθήνησι τότε μὴ χορεύειν ξένον ἢ χιλίας ἀποτίνειν τὸν χορηγόν, ἅπαντας εἰσαγαγὼν ξένους τοὺς χορεύοντας ἑκατὸν ὄντας ἅμα καὶ τὴν ζημίαν ἀνὰ χιλίας ὑπὲρ ἑκάστου εἰσήνεγκεν εἰς τὸ θέατρον.

"ὦ παῖ, τὴν σὴν μητέρα γαμοῦντος οὐδὲ ὁ γείτων ᾔσθετο τοῖς δὲ σοῖς γάμοις καὶ βασιλεῖς καὶ δυνάσται συγχορηγοῦσιν. ἐνοχλούντων δὲ τῷ Φωκίωνι τῶν Ἀθηναίων ὅπως ἀπαλλάξῃ τὴν φρουρὰν πείσας τὸν Ἀντίπατρον, εἴτε μὴ προσδοκῶν πείσειν εἴτε μᾶλλον ὁρῶν σωφρονοῦντα τὸν δῆμον καὶ πολιτευόμενον εὐτάκτως διὰ τὸν φόβον, ἐκείνην μὲν ἀεὶ διωθεῖτο τὴν πρεσβείαν, τὰ δὲ χρήματα μὴ πράττειν, ἀλλὰ μέλλειν καὶ ἀναβάλλεσθαι τὸν Ἀντίπατρον ἔπεισε.

μεταβάντες οὖν Δημάδην παρεκάλουν. ὁ δὲ προθύμως ὑπέστη καὶ τὸν υἱὸν ἔχων ἀπῆρεν εἰς Μακεδονίαν, ὑπὸ δαίμονός τινος, ὡς ἐοίκεν, εἰς τοῦτο καιροῦ κομισθείς ἐν ᾧ κατείχετο μὲν Ἀντίπατρος ἤδη νόσῳ, Κάσανδρος δὲ τῶν πραγμάτων ἐγκρατὴς γεγονώς εὑρ῀εν ἐπιστολὴν Δημάδου γεγραμμένην πρὸς Ἀντίγονον εἰς Ἀσίαν, παρακαλοῦντος αὐτὸν ἐπιφανῆναι τοῖς περὶ τὴν Ἑλλάδα καὶ Μακεδονίαν, ἐκ παλαιοῦ καὶ σαπροῦ κρεμαμένοις στήμονος, τὸν Ἀντίπατρον οὕτω σκώψαντος.

ὡς οὖν εἶδεν αὐτὸν ἀφιγμένον ὁ Κάσανδρος, συνέλαβε, καὶ πρῶτα μὲν τὸν υἱὸν ἐγγὺς προσαγαγὼν ἀπέσφαξεν, ὥστε καταδέξασθαι τοῖς κόλποις τὸ αἷμα τὸν πατέρα καὶ καταπλησθῆναι τοῦ φόνου, μετὰ ταῦτα δὲ εἰς ἀχαριστίαν αὐτὸν καὶ προδοσίαν πολλὰ λοιδορήσας καὶ καθυβρίσας ἀπέκτεινεν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION