- 텍스트

Plutarch, chapter 29

(플루타르코스, chapter 29)

ὁ δὲ Δημοσθένους ἐν Καλαυρίᾳ καὶ Ὑπερείδου πρὸς Κλεωναῖς θάνατος, περὶ ὧν ἐν ἄλλοις γέγραπται, μονονοὺκ ἔρωτα καὶ πόθον Ἀθηναίοις Ἀλεξάνδρου καὶ Φιλίππου παρίστη.? "τί ποιεῖς· "ζητῶ: ὅμως δ οὖν ὁ Φωκίων καὶ φυγῆς ἀπήλλαξε πολλούς δεηθεὶς τοῦ Ἀντιπάτρου, καὶ φεύγουσι διεπράξατο μὴ καθάπερ οἱ λοιποὶ τῶν μεθισταμένων ὑπὲρ τὰ Κεραύνια ὄρη καὶ τὸν Ταίναρον ἐκπεσεῖν τῆς Ἑλλάδος, ἀλλὰ ἐν Πελοποννήσῳ κατοικεῖν, ὧν καὶ Ἁγνωνίδης ἦν ὁ συκοφάντης, ἐπιμελόμενος δὲ τῶν κατὰ τὴν πόλιν πρᾴως καὶ νομίμως τοὺς μὲν ἀστείους καὶ χαρίεντας ἐν ταῖς ἀρχαῖς ἀεὶ συνεῖχε, τοὺς δὲ πολυπράγμονας καὶ νεωτεριστάς, αὐτῷ τῷ μὴ ἄρχειν μηδὲ θορυβεῖν ἀπομαραινομένους, ἐδίδαξε φιλοχωρεῖν καὶ ἀγαπᾶν γεωργοῦντας.

ὁρῶν δὲ τὸν Ξενοκράτην τελοῦντα τὸ μετοίκιον ἐβούλετο γράψαι πολίτην ὁ δὲ ἀπεῖπε, φήσας οὐκ ἂν μετασχεῖν ταύτης τῆς πολιτείας περὶ ἧς ἐπρέσβευεν ἵνα μὴ γένηται.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION