호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐπεὶ δὲ τοῦ Λεωσθένους ἀποθανόντος οἱ φοβούμενοι τὸν Φωκίωνα, μὴ στρατηγὸς ἐκπεμφθεὶς καταλύσῃ τὸν πόλεμον, ἄνθρωπόν τινα τῶν οὐκ ἐπιφανῶν ἐν ἐκκλησίᾳ παρεσκεύασαν ἀναστάντα λέγειν ὅτι φίλος ὢν τοῦ Φωκίωνος καὶ συμπεφοιτηκὼς παραινεῖ φείδεσθαι τοῦ ἀνδρὸς καὶ φυλάσσειν, ὡς ἄλλον ὅμοιον οὐκ ἔχοντας, ἐκπέμπειν δὲ Ἀντίφιλον ἐπὶ τὸ στράτευμα, καὶ ταῦτα τοῖς Ἀθηναίοις συνεδόκει, παρελθὼν ὁ Φωκίων ἔλεγε μήτε συμπεφοιτηκέναι ποτὲ τῷ ἀνθρώπῳ μήτε ἄλλως γεγονέναι γνώριμος ἢ συνήθης:??
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기