- 텍스트

Plutarch, chapter 16

(플루타르코스, chapter 16)

ἤδη δὲ πρὸς Φίλιππον ἐκπεπολεμωμένων παντάπασι, καί στρατηγῶν αὐτοῦ μὴ παρόντος ἑτέρων ἐπὶ τὸν πόλεμον ᾑρημένων, ὡς κατέπλευσεν ἀπὸ τῶν νήσων, πρῶτον μὲν ἔπειθε τὸν δῆμον εἰρηνικῶς ἔχοντος τοῦ Φιλίππου καί φοβουμένου τὸν κίνδυνον ἰσχυρῶς δέχεσθαι τὰς διαλύσεις:? "σὺ δὲ τολμᾷς, ὦ Φωκίων, ἀποτρέπειν Ἀθηναίους ἤδη τὰ ὅπλα διὰ χειρῶν ἔχοντας·

"καί ταῦτα εἰδὼς ὅτι πολέμου μὲν ὄντος ἐγὼ σοῦ, εἰρήνης δὲ γενομένης σὺ ἐμοῦ ἄρξεις. "μὴ ποῦ μαχώμεθα σκοπῶμεν, ἀλλὰ πῶς νικήσωμεν. "οὕτω γὰρ ἔσται μακρὰν ὁ πόλεμος, ἡττωμένοις δὲ πᾶν ἀεὶ δεινὸν ἐγγὺς πάρεστι. γενομένης δὲ τῆς ἥττης καί τῶν θορυβοποιῶν καί νεωτεριστῶν ἐν ἄστει τὸν Χαρίδημον ἑλκόντων ἐπὶ τὸ βῆμα καί στρατηγεῖν ἀξιούντων, ἐφοβήθησαν οἱ βέλτιστοι:

καί τὴν ἐξ Ἀρείου πάγου βουλὴν ἔχοντες ἐν τῷ δήμῳ δεόμενοι καί δακρύοντες μόλις ἔπεισαν ἐπιτρέψαι τῷ Φωκίωνι τὴν πόλιν. ὁ δὲ τὴν μὲν ἄλλην τοῦ Φιλίππου πολιτείαν καί φιλανθρωπίαν ᾤετο δεῖν προσδέχεσθαι:

Δημάδου δὲ γράψαντος ὅπως ἡ πόλις μετέχοι τῆς κοινῆς εἰρήνης καί τοῦ συνεδρίου τοῖς Ἕλλησιν, οὐκ εἰά πρὸ τοῦ γνῶναι τίνα Φίλιππος αὑτῷ γενέσθαι παρὰ τῶν Ἑλλήνων ἀξιώσει: "φοβούμενος ἠναντιούμην:

"ἐπεὶ δὲ συνέθεσθε, δεῖ μὴ βαρέως φέρειν μηδὲ ἀθυμεῖν, μεμνημένους ὅτι καί οἱ πρόγονοί ποτὲ μὲν ἄρχοντες, ποτὲ δὲ ἀρχόμενοι, καλῶς δὲ ἀμφότερα ταῦτα ποιοῦντες καὶ τὴν πόλιν ἔσωσαν καὶ τοὺς Ἕλληνας. Φιλίππου δὲ ἀποθανόντος εὐαγγέλια θύειν τὸν δῆμον οὐκ εἰά:

καί γὰρ ἀγεννὲς εἶναι ἐπιχαίρειν, καί τὴν ἐν Χαιρωνείᾳ, παραταξαμένην πρὸς αὐτοὺς δύναμιν ἑνὶ σώματι μόνον ἐλάττω γενέσθαι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION