호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Παραδυομένου δὲ εἰς τὴν Εὔβοιαν τοῦ Φιλίππου καί δύναμιν ἐκ Μακεδονίας διαβιβάζοντος καὶ τὰς πόλεις οἰκειουμένου διὰ τυράννων, Πλουτάρχου δὲ τοῦ Ἐρετριέως καλοῦντος τοὺς Ἀθηναίους καί δεομένου τὴν νῆσον ἐξελέσθαι καταλαμβανομένην ὑπὸ τοῦ Μακεδόνος, ἀπεστάλη στρατηγὸς ὁ Φωκίων ἔχων δύναμιν οὐ πολλήν, ὡς τῶν ἐκεῖ συστησομένων ἑτοίμως πρὸς αὐτόν.? εὑρὼν δὲ προδοτῶν ἅπαντα μεστὰ καί νοσοῦντα καὶ διορωρυγμένα δωροδοκίαις εἰς κίνδυνον μέγαν κατέστη:
καί τινα λόφον χαράδρᾳ βαθείᾳ τῶν περὶ τὰς Ταμύνας ἐπιπέδων ἀποκρυπτόμενον καταλαβών συνεῖχεν ἐν τούτῳ καί συνεκράτει τὸ μαχιμώτατον τῆς δυνάμεως, τῶν δὲ ἀτάκτων καί λάλων καί πονηρῶν διαδιδρασκόντων ἐκ τοῦ στρατοπέδου καί ἀποχωρούντων ἐκέλευσεν ἀμελεῖν τοὺς ἡγεμόνας: καί γὰρ ἐνταῦθα δυσχρήστους ὑπὸ ἀταξίας ἔσεσθαι καί βλαβεροὺς τοῖς μαχομένοις, κἀκεῖ τοιαῦτα συνειδότας αὑτοῖς ἧττον αὐτοῦ καταβοήσεσθαι καί μὴ πάνυ συκοφαντήσειν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기