호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
χρησμοῦ μὲν γὰρ ἐκ Δελφῶν ἀναγνωσθέντοσ ὅτι, τῶν ἄλλων Ἀθηναίων ὁμοφρονούντων, εἷσ ἀνὴρ ἐναντία φρονοίη τῇ πόλει, παρελθὼν ὁ Φωκίων ἀμελεῖν ἐκέλευσεν, ὡσ αὐτὸσ ὢν ὁ ζητούμενοσ· μόνῳ γὰρ αὐτῷ μηδὲν ἀρέσκειν τῶν πραττομένων. ἐπεὶ δὲ λέγων ποτὲ γνώμην πρὸσ τὸν δῆμον εὐδοκίμει καὶ πάντασ ὁμαλῶσ ἑώρα τὸν λόγον ἀποδεχομένουσ, ἐπιστραφεὶσ πρὸσ τοὺσ φίλουσ εἶπεν· "οὐ δή πού τι κακὸν λέγων ἐμαυτὸν λέληθα;

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기