- 텍스트

Plutarch, chapter 2 4:

(플루타르코스, chapter 2 4:)

ὥσπερ οὖν τὸν ἥλιον οἱ μαθηματικοὶ λέγουσι μήτε τὴν αὐτὴν τῷ οὐρανῷ φερόμενον φοράν μήτε ἄντικρυς ἐναντίαν καὶ ἀντιβατικήν, ἀλλὰ λοξῷ καὶ παρεγκεκλιμένῳ πορείας σχήματι χρώμενον ὑγρὰν καὶ εὐκαμπῆ καὶ περιελιττομένην ἕλικα ποιεῖν, ᾗ σῴζεται πάντα καὶ λαμβάνει τὴν ἀρίστην κρᾶσιν, οὕτως ἄρα τῆς πολιτείας ὁ μὲν ὄρθιος ἄγαν καὶ πρὸς ἅπαντα τοῖς δημοσίοις ἀντιβαίνων τόνος ἀπηνὴς καὶ σκληρός, ὥσπερ αὖ πάλιν ἐπισφαλὲς καὶ κάταντες τὸ συνεφελκόμενον οἷς ἁμαρτάνουσιν οἱ πολλοὶ καὶ συνεπιρρέπον, ἡ δὲ ἀνθυπείκουσα πειθομένοις καὶ διδοῦσα τὸ πρὸς χάριν, εἶτα ἀπαιτοῦσα τὸ συμφέρον ἐπιστασία καὶ κυβέρνησις ἀνθρώπων πολλὰ πρᾴως καὶ χρησίμως ὑπουργούντων, εἰ μὴ πάντα δεσποτικῶς καὶ βιαίως ἄγοιντο, σωτήριος, ἐργώδης δὲ καὶ χαλεπὴ καὶ τὸ σεμνὸν ἔχουσα τῷ ἐπιεικεῖ δύσμικτον:??

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION