호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὸν ἀέρα φύσει ζοφερὸν εἶναι λέγει, καὶ τούτῳ τεκμηρίῳ χρῆται τοῦ καὶ ψυχρὸν εἶναι πρώτως:? "ἀντικεῖσθαι γὰρ αὐτοῦ τὸ μὲν ζοφερὸν πρὸς τὴν λαμπρότητα τὸ δὲ ψυχρὸν πρὸς τὴν θερμότητα τοῦ πυρός.
"οὐδὲν ἄλλο τὰς: "ἕξεις πλὴν ἀέρας εἶναί φησιν: "ὑπὸ τούτων γὰρ συνέχεται τὰ σώματα: πολλὴν ἀτοπίαν καὶ μάχην τούτων ἐχόντων:
εἰ μὲν γὰρ μένει ὁποῖὸς γ ἐστι φύσει, πῶς τὸ μέλαν ἐν τῷ μὴ λευκῷ λευκότης γίγνεται καὶ τὸ μαλθακὸν ἐν τῷ μὴ σκληρῷ σκληρότης καὶ τὸ μανὸν ἐν τῷ μὴ πυκνῷ πυκνότης·
εἰ δὲ μιγνύμενος ἐν τούτοις ἐξίσταται καὶ συνομοιοῦται, πῶς ἕξις ἐστὶν ἢ δύναμις ἢ αἰτία τούτων, ὑφ ὧν κρατεῖται·
πάσχοντος γάρ ἐστιν, οὐ δρῶντος οὐδὲ συνέχοντος ἀλλ ἐξασθενοῦντος, ἡ τοιαύτη μεταβολή, καθ ἣν ἀπόλλυσι τὰς αὑτοῦ ποιότητας, καίτοι πανταχοῦ τὴν ὕλην ἀργὸν ἐξ ἑαυτῆς καὶ ἀκίνητον ὑποκεῖσθαι ταῖς ποιότησιν ἀποφαίνουσι, τὰς δὲ ποιότητας πνεύματα οὔσας καὶ τόνους ἀερώδεις, οἷς ἂν ἐγγένωνται μέρεσι τῆς ὕλης, εἰδοποιεῖν ἕκαστα καὶ σχηματίζειν.
ταῦτα δ οὐκ ἔνεστι λέγειν αὐτοῖς, τὸν ἀέρα φύσει τοιοῦτον ὑποτιθεμένοις:
ἕξις γὰρ ὢν καὶ τόνος αὑτῷ συνεξομοιώσει τῶν σωμάτων ἕκαστον, ὥστε μέλαν εἶναι καὶ μαλθακόν:
εἰ δὲ τῇ πρὸς ἐκεῖνα κράσει τὰς ἐναντίας λαμβάνει μορφὰς αἷς ἔχειν πέφυκεν, ὕλη τρόπον τινὰ τῆς ὕλης οὐκ αἴτιον οὐδὲ δύναμίς ἐστιν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기