- 텍스트

Plutarch, De Stoicorum repugnantiis, section 31

(플루타르코스, De Stoicorum repugnantiis, section 31)

ἔτι δὲ μᾶλλον τῇ ἀποδείξει τὸ ἐναντίωμα ποιοῦσι φανερώτερον.? καὶ κακῶς, τοῦτό φασι μήτ ἀγαθὸν εἶναι μήτε κακόν.

πλούτῳ δὲ καὶ ὑγιείᾳ καὶ ῥώμῃ σώματος κακῶς χρῶνται πάντες οἱ ἀνόητοι: διόπερ οὐδέν ἐστι τούτων ἀγαθόν.

εἴπερ οὖν ὁ θεὸς ἀρετὴν μὲν οὐ δίδωσιν ἀνθρώποις, ἀλλὰ τὸ καλὸν αὐθαίρετόν ἐστι, πλοῦτον δὲ καὶ ὑγίειαν χωρὶς ἀρετῆς δίδωσιν, οὐκ εὖ χρησομένοις δίδωσιν ἀλλὰ κακῶς, τουτέστι βλαβερῶς καὶ αἰσχρῶς καὶ ὀλεθρίως καίτοι εἰ μὲν δύνανται τὴν ἀρετὴν παρέχειν οἱ θεοί, οὔκ εἰσι χρηστοὶ μὴ παρέχοντες: εἰ δὲ μὴ δύνανται ποιεῖν ἀγαθούς, οὐδ ὠφελεῖν δύνανται, μηδενός γε τῶν ἄλλων ὄντος ἀγαθοῦ μηδ ὠφελίμου.

τὸ δὲ τοὺς ἄλλως γενομένους ἀγαθοὺς κρίνειν κατ ἀρετὴν ἢ ἰσχὺν οὐδέν ἐστι:

καὶ γὰρ τοὺς θεοὺς οἱ ἀγαθοὶ κρίνουσι κατ ἀρετὴν καὶ ἰσχύν: ὥστε μηδὲν μᾶλλον ὠφελεῖν ἢ ὠφελεῖσθαι τοὺς θεοὺς ὑπὸ τῶν ἀνθρώπων.

καὶ μὴν οὔθ αὑτὸν ὁ Χρύσιππος ἀποφαίνει σπουδαῖον οὔτε τινὰ τῶν αὑτοῦ γνωρίμων ἢ καθηγεμόνων. τί οὖν περὶ τῶν ἄλλων φρονοῦσιν ἢ ταῦτα ἅπερ λέγουσι· μαίνεσθαι πάντας, ἀφραίνειν, ἀνοσίους εἶναι, παρανόμους, ἐπ ἄκρον ἥκειν δυστυχίας, κακοδαιμονίας ἁπάσης :

εἶτα προνοίᾳ θεῶν διοικεῖσθαι τὰ καθ ἡμᾶς οὕτως ἀθλίως πράττοντας·

γέμω κακῶν δή, κοὐκέτ ἔσθ ὅπου τεθῇ.

ἀνθρώπων, τοὺς μὲν ὡς ἔνι βέλτιστα προνοεῖν τοὺς δ᾿ ὡς ἔνι χείριστα πράττειν λέγοντος·?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION