호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"οὐδ ἂν τὸν δάκτυλον καθήκοι προτεῖναι χάριν ἀμεριαίας φρονήσεως, καθάπερ ἀστραπῆς διερχομένης.? ἀρκέσει δὲ παραθεῖναι τὰ ἐν τῷ ἕκτῳ τῶν Ἠθικῶν Ζητημάτων ὑπ αὐτοῦ γεγραμμένα περὶ τούτων:
καίπερ παρὰ τὸν πλείονα χρόνον οὐδὲν μᾶλλον εὐδαιμονούντων οὐδὲ τῆς ἀιδίου εὐδαιμονίας αἱρετωτέρας γιγνομένης παρὰ τὴν ἀμεριαίαν.
εἰ μὲν οὖν τὴν φρόνησιν ἡγεῖτο ποιητικὸν εἶναι τῆς εὐδαιμονίας ἀγαθὸν ὥσπερ ὁ Ἐπίκουρος, αὐτῆς ἔδει μόνον τῆς ἀτοπίας καὶ παραδοξολογίας ἐπιλαμβάνεσθαι τοῦ δόγματος:
ἐπίσης μὲν αἱρετὴν εἶναι τὴν ἀμεριαίαν εὐδαιμονίαν καὶ τὴν ἀίδιον, μηδενὸς δ ἀξίαν τὴν ἀμεριαίαν·?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기