- 텍스트

Plutarch, De Stoicorum repugnantiis, section 2

(플루타르코스, De Stoicorum repugnantiis, section 2)

καὶ ἄρχειν καὶ δικάζειν καὶ ῥητορεύειν ἐν δὲ τοῖς βίοις οὐδενὸς ἔστιν εὑρεῖν οὐ στρατηγίαν, οὐ νομοθεσίαν, οὐ πάροδον εἰς βουλήν, οὐ συνηγορίαν ἐπὶ δικαστῶν, οὐ στρατείαν ὑπὲρ πατρίδος, οὐ πρεσβείαν, οὐκ ἐπίδοσιν:? ἀλλ ἐπὶ ξένης ὥσπερ τινὸς λωτοῦ γευσάμενοι σχολῆς τὸν πάντα βίον οὐ βραχὺν δε στοιξορυμ ρεπυγναντιις.

ἀλλὰ παμμήκη γενόμενον διήγαγον ἐν λόγοις καὶ βιβλίοις καὶ περιπάτοις:

ἡσυχίαν ἐπαινεῖ καὶ Ιἑρώνυμος, ἐν ταύτῃ τὸ παράπαν καταβιώσαντες.

αὐτὸς γοῦν Χρύσιππος ἐν τῷ τετάρτῳ περὶ Βίων οὐδὲν οἰέται τὸν σχολαστικὸν βίον τοῦ ἡδονικοῦ διαφέρειν:

"ὅσοι δ ὑπολαμβάνουσι φιλοσόφοις ἐπιβάλλειν μάλιστα τὸν σχολαστικὸν βίον ἀπ ἀρχῆς, οὗτοί μοι δοκοῦσι διαμαρτάνειν, ὑπονοοῦντες διαγωγῆς τινος ἕνεκεν δεῖν τοῦτο ποιεῖν ἢ ἄλλου τινὸς τούτῳ παραπλησίου, καὶ τὸν ὅλον βίον οὕτω πως διελκύσαι: "τοῦτο δ ἐστίν, ἂν σαφῶς θεωρηθῇ, ἡδέως: "οὐ γὰρ δεῖ λανθάνειν τὴν ὑπόνοιαν αὐτῶν, πολλῶν μὲν σαφῶς τοῦτο λεγόντων οὐκ ὀλίγων δ ἀδηλότερον. τίς οὖν μᾶλλον ἐν τῷ σχολαστικῷ βίῳ τούτῳ κατεγήρασεν ἢ Χρύσιππος καὶ Κλεάνθης καὶ Διογένης καὶ Ζήνων καὶ Ἀντίπατρος, οἵ γε καὶ τὰς αὑτῶν κατέλιπον πατρίδας, οὐδὲν ἐγκαλοῦντες ἀλλ ὅπως καθ ἡσυχίαν ἐν τῷ Ωἰδείῳ καὶ ἐπὶ Ζωστῆρος σχολάζοντες καὶ φιλολογοῦντες διάγωσιν·

τὸ ἐλεγεῖον τόνδε νέον Χρύσιππον Ἀριστοκρέων ἀνέθηκε, τῶν Ἀκαδημιακῶν στραγγαλίδων κοπίδα.

σχολαστικὸν οὐδὲν οἰόμενος τοῦ ἡδονικοῦ διαφέρειν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION