호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
σωματίου δέ· ναί. καὶ κτησειδίου· ναί: καὶ ἀρχῶν καὶ τιμῶν. τί οὖν αὐτῷ τούτων μέλει· ὅταν οὖν τις διὰ τούτων αὐτὸν ἐκφοβῇ, λέγει αὐτῷ "ὕπαγε, ζήτει τὰ παιδία: ἐκείνοις τὰ προσωπεῖα φοβερά ἐστιν, ἐγὼ δ οἶδα, ὅτι ὀστράκινά ἐστιν, ἔσωθεν δὲ οὐδὲν ἔχει". Περὶ τοιούτου πράγματος βουλεύῃ.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기