호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐν βασιλείᾳ οὐκ ἔστιν. εἰ δὲ μή, Νέρων ἂν εὐδαίμων ἐγένετο καὶ Σαρδανάπαλλοσ. ἀλλ’ οὐδ’ Ἀγαμέμνων εὐδαίμων ἦν καίτοι κομψότεροσ ὢν Σαρδαναπάλλου καὶ Νέρωνοσ, ἀλλὰ τῶν ἄλλων ῥεγκόντων ἐκεῖνοσ τί ποιεῖ; πολλὰσ ἐκ κεφαλῆσ προθελύμνουσ ἕλκετο χαίτασ. καὶ αὐτὸσ τί λέγει; πλάζομαι ὧδε, φησίν, καὶ ἀλαλύκτημαι· κραδίη δέ μοι ἔξω στηθέων ἐκθρῴσκει. τάλασ, τί τῶν σῶν ἔχει κακῶσ;

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기