호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ὅταν σοί τι προσαγγελθῇ ταρακτικόν, ἐκεῖνο ἔχε πρόχειρον, ὅτι ἀγγελία περὶ οὐδενὸς προαιρετικοῦ γίνεται. μή τι γὰρ δύναταί σοί τις ἀγγεῖλαι, ὅτι κακῶς ὑπέλαβες ἢ κακῶς ὠρέχθης· - Οὐδαμῶς.
- Ἀλλ ὅτι ἀπέθανέν τις: τί οὖν πρὸς σέ· ὅτι σε κακῶς τις λέγει: τί οὖν πρὸς σέ· ὅτι ὁ πατὴρ τάδε τινὰ ἑτοιμάζεται:
ἐπὶ τίνα· μή τι ἐπὶ τὴν προαίρεσιν· πόθεν δύναται· ἀλλ ἐπὶ τὸ σωμάτιον, ἐπὶ τὸ κτησείδιον: ἐσώθης, οὐκ ἐπὶ σέ. [οὐκοῦν] ἀλλ ὁ κριτὴς ἀποφαίνεται ὅτι ἠσέβησας.
περὶ Σωκράτους δ οὐκ ἀπεφήναντο οἱ δικασταί· μή τι σὸν ἔργον ἐστὶ τὸ ἐκεῖνον ἀποφήνασθαι· - Οὔ. - Τί οὖν ἔτι σοι μέλει· ἔστι τι τοῦ πατρός σου ἔργον, ὃ ἂν μὴ ἐκπληρώσῃ, ἀπώλεσεν τὸν πατέρα, τὸν φιλόστοργον, τὸν ἥμερον.
ἄλλο δὲ μηδὲν ζήτει τούτου ἕνεκα αὐτὸν ἀπολές[θ]αι. οὐδέποτε γὰρ ἐν ἄλλῳ μέν τις ἁμαρτάνει, εἰς ἄλλο δὲ βλάπτεται. πάλιν σὸν ἔργον τὸ ἀπολογηθῆναι εὐσταθῶς, αἰδημόνως, ἀοργήτως.
εἰ δὲ μή, ἀπώλεσας καὶ σὺ τὸν υἱόν, τὸν αἰδήμονα, τὸν γενναῖον. τί οὖν·
ὁ κριτὴς ἀκίνδυνός ἐστιν· οὔ: ἀλλὰ κἀκείνῳ τὰ ἴσα κινδυνεύεται. τί οὖν ἔτι φοβῇ, τί ἐκεῖνος κρινεῖ· τί σοὶ καὶ τῷ ἀλλοτρίῳ κακῷ· σὸν κακόν ἐστι τὸ κακῶς ἀπολογηθῆναι:
τοῦτο φυλάσσου μόνον: κριθῆναι δ ἢ μὴ κριθῆναι ὥσπερ ἄλλου ἐστὶν ἔργον, οὕτως κακὸν ἄλλου ἐστίν. " 3ἀπειλεῖ σοι ὁ δεῖνα. " ἐμοί·
οὔ. "ψέγει σε. " αὐτὸς ὄψεται, πῶς ποιεῖ τὸ ἴδιον ἔργον. "μέλλει σε κατακρινεῖν ἀδίκως. " ἄθλιος.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기