- 텍스트

Epictetus, Works, book 3, Σποράδην τινά.?

(에픽테토스, Works, book 3, Σποράδην τινά.)

Ὡς οἱ κακοὶ τραγῳδοὶ μόνοι ᾆσαι οὐ δύνανται, ἀλλὰ μετὰ πολλῶν, οὕτως ἔνιοι μόνοι περιπατῆσαι οὐ δύνανται. ἄνθρωπε, εἴ τις εἶ, καὶ μόνος περιπάτησον καὶ σαυτῷ λάλησον καὶ μὴ ἐν τῷ χορῷ κρύπτου.

σκώφθητί ποτε, περίβλεψαι, ἐνσείσθητι, ἵνα γνῷς, τίς εἶ.

ἐκ πάσης ἀφορμῆς λέγει αὐτὸ πρὸς πάντας.

"ἐγὼ ὕδωρ πίνω.

" διὰ γὰρ τοῦτο ὕδωρ πίνεις, διὰ γὰρ τὸ ὕδωρ πίνειν· ἄνθρωπε, εἴ σοι λυσιτελεῖ[ν] πίνειν, πῖνε: εἰ δὲ μή, γελοίως ποιεῖς. εἰ δὲ συμφέρει σοι καὶ πίνεις, σιώπα πρὸς τοὺς δυσαρεστοῦντας τοῖς ἀνθρώποις.

τί οὖν· αὐτοῖς τούτοις ἀρέσκειν θέλεις· Τῶν πραττομένων τὰ μὲν προηγουμένως πράττεται, τὰ δὲ κατὰ περίστασιν, τὰ δὲ κατ οἰκονομίαν, τὰ δὲ κατὰ συμπεριφοράν, τὰ δὲ κατ ἔνστασιν. Δύο ταῦτα ἐξελεῖν τῶν ἀνθρώπων, οἰήσιν καὶ ἀπιστίαν.

οἰήσις μὲν οὖν ἐστι τὸ δοκεῖν μηδενὸς προσδεῖσθαι, ἀπιστία δὲ τὸ ὑπολαμβάνειν μὴ δυνατὸν εἶναι εὐροεῖν τοσούτων περιεστηκότων.

τὴν μὲν οὖν οἰήσιν ἔλεγχος ἐξαιρεῖ, καὶ τοῦτο πρῶτον ποιεῖ Σωκράτης.

ὅτι δ οὐκ ἀδύνατόν ἐστι τὸ πρᾶγμα, σκέψαι καὶ ζήτησον. οὐδέν σε βλάψει ἡ ζήτησις αὕτη: καὶ σχεδὸν τὸ φιλοσοφεῖν τοῦτ ἔστι, ζητεῖν, πῶς ἐνδέχεται ἀπαραποδίστως ὀρέξει χρῆσθαι καὶ ἐκκλίσει.

3Κρείσσων εἰμὶ σοῦ:

ὁ γὰρ πατήρ μου ὑπατικός ἐστιν. " ἄλλος λέγει " 3ἐγὼ δεδημάρχηκα, σὺ δ οὔ". εἰ δ ἵπποι ἦμεν, ἔλεγες ἂν ὅτι "ὁ πατήρ μου ὠκύτερος ἦν" ἢ ὅτι "ἐγὼ ἔχω πολλὰς κριθὰς καὶ χόρτον" ἢ ὅτι "κομψὰ περιτραχήλια"· εἰ οὖν ταῦτά σου λέγοντος εἶπον ὅτι "ἔστω ταῦτα, τρέχωμεν οὖν" 3·

ἄγε, ἐπ ἀνθρώπου οὖν οὐδέν ἐστι τοιοῦτον οἱο῀ν ἐφ ἵππου δρόμος, ἐξ οὗ γνωσθήσεται ὁ χείρων καὶ ὁ κρείττων·

μήποτ ἐστὶν αἰδώς, πίστις, δικαιοσύνη· τούτοις δείκνυε κρείττονα σεαυτόν, ἵν ὡς ἄνθρωπος ᾖ κρείττων.

ἄν μοι λέγῃς ὅτι "μεγάλα λακτίζω", ἐρῶ σοι κἀγὼ ὅτι "ἐπὶ ὄνου ἔργῳ μέγα φρονεῖς".

상위

Works

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION