호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Εἰσί τινες ὡς ἐκ νόμου διατεταγμέναι κολάσεις τοῖς ἀπειθοῦσι τῇ θείᾳ διοικήσει: 3ὃς ἂν ἄλλο τι ἡγήσηται ἀγαθὸν παρὰ τὰ προαιρετικά, φθονείτω, ἐπιθυμείτω, κολακευέτω, ταρασσέσθω:
ὃς ἂν ἄλλο κακόν, λυπείσθω, πενθείτω, θρηνείτω, δυστυχείτω" 3. καὶ ὅμως οὕτως πικρῶς κολαζόμενοι ἀποστῆναι οὐ δυνάμεθα. Μέμνησο, τί λέγει ὁ ποιητὴς περὶ τοῦ ξένου:
ξεῖν, οὔ μοι θέμις ἔστ[ι καὶ], οὐδ εἰ κακίων σέθεν ἔλθοι, ξεῖνον ἀτιμῆσαι:
πρὸς γὰρ Διός εἰσιν ἅπαντες ξεῖνοί τε πτωχοί τε. τοῦτο οὖν καὶ ἐπὶ πατρὸς πρόχειρον ἔχειν: οὔ μοι θέμις ἔστ οὐδ εἰ κακίων σέθεν ἔλθοι, πατέρ ἀτιμῆσαι:
πρὸς γὰρ Διός εἰσιν ἅπαντες τοῦ Πατρῴου: καὶ ἐπ ἀδελφῷ:
πρὸς γὰρ Διός εἰσιν ἅπαντες τοῦ Ὁμογνίου. καὶ οὕτως κατὰ τὰς ἄλλας σχέσεις εὑρήσομεν ἐπόπτην τὸν Δία.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기