- 텍스트

Epictetus, Works, book 3, Πῶς πρὸς τὰς φαντασίας γυμναστέον.?

(에픽테토스, Works, book 3, Πῶς πρὸς τὰς φαντασίας γυμναστέον.)

Ὡς πρὸς τὰ ἐρωτήματα τὰ σοφιστικὰ γυμναζόμεθα, οὕτως καὶ πρὸς τὰς φαντασίας καθ ἡμέραν ἔδει γυμνάζεσθαι: προτείνουσι γὰρ ἡμῖν καὶ αὗται ἐρωτήματα. ὁ υἱὸς ἀπέθανε τοῦ δεῖνος.

ἀπόκριναι "ἀπροαίρετον, οὐ κακόν". ὁ πατὴρ τὸν δεῖνα ἀποκληρονόμον ἀπέλ[ε]ιπεν. τί σοι δοκεῖ· "ἀπροαίρετον, οὐ κακόν. " Καῖσαρ αὐτὸν κατέκρινεν. "ἀπροαίρετον, οὐ κακόν.

" ἐλυπήθη ἐπὶ τούτοις. "προαιρετικόν, κακόν. " γενναίως ὑπέμεινεν. "προαιρετικόν, ἀγαθόν. " κἂν οὕτως ἐθιζώμεθα, προκόψομεν:

οὐδέποτε γὰρ ἄλλῳ συγκαταθησόμεθα ἢ οὗ φαντασία καταληπτικὴ γίνεται. ὁ υἱὸς ἀπέθανε.

τί ἐγένετο· ὁ υἱὸς ἀπέθανεν. ἄλλο οὐδέν· οὐδ[ε]έν. τὸ πλοῖον ἀπώλετο. τί ἐγένετο· τὸ πλοῖον ἀπώλετο. εἰς φυλακὴν ἀπήχθη. τί γέγονεν· εἰς φυλακὴν ἀπήχθη. τὸ δ ὅτι "κακῶς πέπραχεν" 3 ἐξ αὑτοῦ ἕκαστος προστίθησιν. "ἀλλ οὐκ ὀρθῶς ταῦτα ὁ Ζεὺς ποιεῖ.

" διὰ τί· ὅτι σε ὑπομενητικὸν ἐποίησεν, ὅτι μεγαλόψυχον, ὅτι ἀφεῖλεν αὐτῶν τὸ εἶναι κακά, ὅτι ἔξεστίν σοι πάσχοντι ταῦτα εὐδαιμονεῖν, ὅτι σοι τὴν θύραν ἤνοιξεν, ὅταν σοι μὴ ποιῇ· ἄνθρωπε, ἔξελθε καὶ μὴ ἐγκάλει. Πῶς ἔχουσι Ῥωμαῖοι πρὸς φιλοσόφους ἂν θέλῃς γνῶναι, ἄκουσον.

Ἰταλικὸς ὁ μάλιστα δοκῶν αὐτῶν φιλόσοφος εἶναι παρόντος ποτέ μου χαλεπήνας τοῖς ἰδίοις, ὡς ἀνήκεστα πάσχων, "Οὐ δύναμαι", ἔφη, "φέρειν: ἀπόλλυτέ με, ποιήσετέ με τοιοῦτον γενέσθαι", δείξας ἐμέ.

상위

Works

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION