- 텍스트

Epictetus, Works, book 1, Τί δεῖ πρόχειρον ἔχειν ἐν ταῖς περιστάσεσιν.?

(에픽테토스, Works, book 1, Τί δεῖ πρόχειρον ἔχειν ἐν ταῖς περιστάσεσιν.)

Ὅταν εἰσίῃς πρός τινα τῶν ὑπερεχόντων, μέμνησο ὅτι καὶ ἄλλος ἄνωθεν βλέπει τὰ γιγνόμενα καὶ ὅτι ἐκείνῳ σε δεῖ μᾶλλον ἀρέσκειν ἢ τούτῳ. ἐκεῖνος οὖν σου πυνθάνεται "φυγὴν καὶ φυλακὴν καὶ δεσμὰ καὶ θάνατον καὶ ἀδοξίαν τί ἔλεγες ἐν τῇ σχολῇ·

"ἐγὼ ἀδιάφορα. " "νῦν οὖν τίνα αὐτὰ λέγεις·

" "λέγε καὶ τὰ ἀγαθὰ τίνα ὑμῖν ἐδόκει· μή τι ἐκεῖνα ἠλλάγη· "οὔ. " "σὺ οὖν ἠλλάγης· "οὔ. " "λέγε οὖν τίνα ἐστὶν ἀδιάφορα. " "τὰ ἀπροαίρετα. " "λέγε καὶ τὰ ἑξῆς. " " 3ἀπροαίρετα οὐδὲν πρὸς ἐμέ. "προαίρεσις οἱά δεῖ καὶ χρῆσις φαντασιῶν.

" "τέλος δὲ τί· "τὸ σοὶ ἀκολουθεῖν. " " 3ταῦτα καὶ νῦν λέγεις· "ταὐτὰ καὶ νῦν λέγω.

" ἄπ[ε]ιθι λοιπὸν ἔσω θαρρῶν καὶ μεμνημένος τούτων καὶ ὄψει τί ἐστι νέος μεμελετηκὼς ἃ δεῖ ἐν ἀνθρώποις ἀμελετήτοις. ἐγὼ μὲν νὴ τοὺς θεοὺς φαντάζομαι ὅτι πείσῃ τὸ τοιοῦτον "τί οὕτως μεγάλα καὶ πολλὰ παρασκευαζόμεθα πρὸς τὸ μηδέν·

τοῦτο ἦν ἡ ἐξουσία·

τοῦτο τὰ πρόθυρα, οἱ κοιτωνῖται, οἱ ἐπὶ τῆς μαχαίρας· τούτων ἕνεκα τοὺς πολλοὺς λόγους ἤκουον· ταῦτα οὐδὲν ἦν, ἐγὼ δ ὡς μεγάλα παρεσκευαζόμην.

상위

Works

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION