- 텍스트

Epictetus, Works, book 1, Πρὸς Ἐπίκουρον.?

(에픽테토스, Works, book 1, Πρὸς Ἐπίκουρον.)

Ἐπινοεῖ καὶ Ἐπίκουρος ὅτι φύσει ἐσμὲν κοινωνικοί, ἀλλ ἅπαξ ἐν τῷ κελύφει θεὶς τὸ ἀγαθὸν ἡμῶν οὐκέτι δύναται ἄλλο οὐδὲν εἰπεῖν. πάλιν γὰρ ἐκείνου λίαν κρατεῖ, ὅτι οὐ δεῖ ἀπεσπασμένον οὐδὲν τῆς τοῦ ἀγαθοῦ οὐσίας οὔτε θαυμάζειν οὔτ ἀποδέχεσθαι:

καὶ καλῶς αὐτοῦ κρατεῖ. πῶς οὖν ὑπονοητικοί ἐσμεν, οἷς μὴ φυσικὴ ἔστι πρὸς τὰ ἔγγονα φιλοστοργία·

διὰ τί ἀποσυμβουλεύεις τῷ σοφῷ τεκνοτροφεῖν· τί φοβῇ μὴ διὰ ταῦτα εἰς λύπας ἐμπέσῃ· διὰ γὰρ τὸν μῦν τὸν ἔσω τρεφόμενον ἐμπίπτει·

τί οὖν αὐτῷ μέλει, ἂν μυίδιον μικρὸν ἔσω κατακλαίῃ αὐτοῦ· ἀλλ οἶδεν, ὅτι, ἂν ἅπαξ γένηται παιδίον, οὐκέτι ἐφ ἡμῖν ἐστι μὴ στέργειν μηδὲ φροντίζειν ἐπ αὐτῷ.

διὰ τοῦτο φησὶν οὐδὲ πολιτεύσεσθαι τὸν νοῦν ἔχοντα:

οἶδεν γὰρ τίνα δεῖ ποιεῖν τὸν πολιτευόμενον: ἐπείτοι εἰ ὡς ἐν μυίαις μέλλεις ἀναστρέφεσθαι, τί κωλύει· ἀλλ ὅμως εἰδὼς ταῦτα τολμᾷ λέγειν ὅτι "μὴ ἀναιρώμεθα τέκνα".

ἀλλὰ πρόβατον μὲν οὐκ ἀπολείπει τὸ αὑτοῦ ἔγγονον οὐδὲ λύκος, ἄνθρωπος δ ἀπολείπει· τί θέλεις·

μωροὺς ἡμᾶς εἶναι ὡς τὰ πρόβατα· οὐδ ἐκεῖνα ἀπολείπει. θηριώδεις ὡς τοὺς λύκους· οὐδ ἐκεῖνοι ἀπολ είπουσιν. ἄγε, τίς δέ σοι πείθεται ἰδὼν παιδίον αὐτοῦ κλαῖον ἐπὶ τὴν γῆν πεπτωκός·

ἐγὼ μὲν οἶμαι ὅτι εἰ καὶ ἐμαντεύσατο ἡ μήτηρ σου καὶ ὁ πατήρ, ὅτι μέλλεις ταῦτα λέγειν, οὐκ ἄν σε ἔρριψαν.

상위

Works

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION