- 텍스트

Epictetus, Works, book 1, Πρὸς τοὺς θαυμάζεσθαι θέλοντας.?

(에픽테토스, Works, book 1, Πρὸς τοὺς θαυμάζεσθαι θέλοντας.)

Ὅταν τις ἣν δεῖ στάσιν ἔχῃ ἐν τῷ βίῳ, ἔξω οὐ κέχηνεν. ἄνθρωπε, τί θέλεις σοι γενέσθαι·

ἐγὼ μὲν ἀρκοῦμαι, ἂν ὀρέγωμαι καὶ ἐκκλίνω κατὰ φύσιν, ἂν ὁρμῇ καὶ ἀφορμῇ χρῶμαι ὡς πέφυκα, ἂν προ[ς]θέσει, ἂν ἐπιβολῇ, ἂν συγκαταθέσει. τί οὖν ἡμῖν ὀβελίσκον καταπιὼν περιπατεῖς· "ἤθελον, ἵνα με καὶ οἱ ἀπαντῶντες θαυμάζωσιν καὶ ἐπακολουθοῦντες ἐπικραυγάζωσιν:

ὦ μεγάλου φιλοσόφου. " τίνες εἰσὶν οὗτοι, ὑφ ὧν θαυμάζεσθαι θέλεις·

οὐχ οὗτοί εἰσι, περὶ ὧν εἰώθας λέγειν ὅτι μαίνονται· τί οὖν· ὑπὸ τῶν μαινομένων θαυμάζεσθαι θέλεις·

상위

Works

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION