- 텍스트

Epictetus, Works, book 1, Πῶς ἔχειν δεῖ πρὸς τοὺς τυράννους.?

(에픽테토스, Works, book 1, Πῶς ἔχειν δεῖ πρὸς τοὺς τυράννους.)

Ὅτι ἄν τινι προσῇ τι πλεονέκτημα ἢ δοκῇ γε προσεῖναι μὴ προσόν, τοῦτον πᾶσα ἀνάγκη, ἐὰν ἀπαίδευτος ᾖ, πεφυσῆσθαι δι αὐτό. εὐθὺς ὁ τύραννος λέγει "ἐγώ εἰμι ὁ πάντων κράτιστος.

" καὶ τί μοι δύνασαι παρασχεῖν· ὄρεξίν μοι δύνασαι περιποιῆσαι ἀκώλυτον· πόθεν σοι· σὺ γὰρ ἔχεις· ἔκκλισιν ἀπερίπτωτον· σὺ γὰρ ἔχεις· ὁρμὴν ἀναμάρτητον· καὶ ποῦ σοι μέτεστιν·

ἄγε, ἐν νηὶ δὲ σαυτῷ θαρρεῖς ἢ τῷ εἰδότι· ἐπὶ δ ἁρ´ματος τίνι ἢ τῷ εἰδότι· τί δ ἐν ταῖς ἄλλαις τέχναις·

ὡσαύτως. τί οὖν δύνασαι· "πάντες με θεραπεύουσιν. " καὶ γὰρ ἐγὼ τὸ πινάκιον θεραπεύω καὶ πλύνω αὐτὸ καὶ ἐκμάσσω καὶ τῆς ληκύθου ἕνεκα πάσσαλον πήσσω. τί οὖν· ταῦτά μου κρείττονά ἐστιν· οὔ: ἀλλὰ χρείαν μοι παρέχει τινά. ταύτης οὖν ἕνεκα θεραπεύω αὐτά. τί δέ· τὸν ὄνον οὐ θεραπεύω· οὐ νίπτω αὐτοῦ τοὺς πόδας·

οὐ περικαθαίρω· οὐκ οἶδας ὅτι πᾶς ἄνθρωπος ἑαυτὸν θεραπεύει, σὲ δ οὕτως ὡς τὸν ὄνον· ἐπεὶ τίς σε θεραπεύει ὡς ἄνθρωπον· δείκνυε. τίς σοι θέλει ὅμοιος γενέσθαι, τίς σου ζηλωτὴς γίνεται ὡς Σωκράτους·

"ἀλλὰ δύναμαί σε τραχηλοκοπῆσαι. " καλῶς λέγεις. ἐξελαθόμην ὅτι σε δεῖ θεραπεύειν καὶ ὡς πυρετὸν καὶ ὡς χολέραν καὶ βωμὸν στῆσαι, ὡς ἐν Ῥώμῃ Πυρετοῦ βωμός ἐστιν. Τί οὖν ἐστι τὸ ταράσσον καὶ καταπλῆττον τοὺς πολλούς·

ὁ τύραννος καὶ οἱ δορυφόροι· πόθεν· μὴ γένοιτο: οὐκ ἐνδέχεται τὸ φύσει ἐλεύθερον ὑπ ἄλλου τινὸς ταραχθῆναι ἢ κωλυθῆναι πλὴν ὑφ ἑαυτοῦ. ἀλλὰ τὰ δόγματα αὐτὸν ταράσσει.

ὅταν γὰρ ὁ τύραννος εἴπῃ τινὶ "δήσω σου τὸ σκέλος", ὁ μὲν τὸ σκέλος τετιμηκὼς λέγει "μή: ἐλέησον", ὁ δὲ τὴν προαίρεσιν τὴν ἑαυτοῦ λέγει "εἴ σοι λυσιτελέστερον φαίνεται, δῆσον". "οὐκ ἐπιστρέφῃ· " "οὐκ ἐπιστρέφομαι.

" "ἐγώ σοι δείξω ὅτι κύριός εἰμι. " "πόθεν σύ· ἐμὲ ὁ Ζεὺς ἐλεύθερον ἀφῆκεν. ἢ δοκεῖς ὅτι ἔμελλεν τὸν ἴδιον υἱὸν ἐᾶν καταδουλοῦσθαι· τοῦ νεκροῦ δέ μου κύριος εἶ, λάβε αὐτόν. " "ὥσθ ὅταν μοι προσίῃς, ἐμὲ οὐ θεραπεύεις·

"οὐ: ἀλλ ἐμαυτόν. εἰ δὲ θέλεις με λέγειν ὅτι καὶ σέ, λέγω σοι οὕτως ὡς τὴν χύτραν. " Τοῦτο οὐκ ἔστιν φίλαυτον: γέγονε γὰρ οὕτως τὸ ζῷον:

αὑτοῦ ἕνεκα πάντα ποιεῖ. καὶ γὰρ ὁ ἥλιος αὑτοῦ ἕνεκα πάντα ποιεῖ καὶ τὸ λοιπὸν αὐτὸς ὁ Ζεύς. ἀλλ ὅταν θέλῃ εἶναι Υἕτιος καὶ Ἐπικάρπιος καὶ πατὴρ ἀνδρῶν τε θεῶν τε, ὁρᾷς ὅτι τούτων τῶν ἔργων καὶ τῶν προσηγοριῶν οὐ δύναται τυχεῖν, ἂν μὴ εἰς τὸ κοινὸν ὠφέλιμος ᾖ.

καθόλου τε τοιαύτην τὴν φύσιν τοῦ λογικοῦ ζῴου κατεσκεύασεν, ἵνα μηδενὸς τῶν ἰδίων ἀγαθῶν δύνηται τυγχάνειν, ἂν μή τι εἰς τὸ κοινὸν ὠφέλιμον προσφέρηται.

οὕτως οὐκέτι ἀκοινώνητον γίνεται τὸ πάντα αὑτοῦ ἕνεκα ποιεῖν.

ἐπεὶ τί ἐκδέχῃ·

ἵνα τις ἀποστῇ αὑτοῦ καὶ τοῦ ἰδίου συμφέροντος· καὶ πῶς ἔτι μία καὶ ἡ αὐτὴ ἀρχὴ πᾶσιν ἔσται ἡ πρὸς αὐτὰ οἰκείωσις· Τί οὖν· ὅταν ὑπῇ δόγματα ἀλλόκοτα περὶ τῶν ἀπροαιρέτων [π]ὡς ὄντων ἀγαθῶν καὶ κακῶν, πᾶσα ἀνάγκη θεραπεύει ν τοὺς τυράννους.

ὤφελον γὰρ τοὺς τυράννους μόνον, τοὺς κοιτωνίτας δ οὔ.

πῶς δὲ καὶ φρόνιμος γίνεται ἐξαίφνης ὁ ἄνθρωπος, ὅταν Καῖσαρ αὐτὸν ἐπὶ τοῦ λασάνου ποιήσῃ: 3.

ἤθελον αὐτὸν ἀποβληθῆναι τοῦ κοπρῶνος, ἵνα πάλιν ἄφρων σοι δοκῇ. εἶχέν τινα Ἐπαφρόδιτος σκυτέα, ὃν διὰ τὸ ἄχρηστον εἶναι ἐπώλησεν.

εἶτα ἐκεῖνος κατά τινα δαίμονα ἀγορασθεὶς ὑπό τινος τῶν Καισαριανῶν τοῦ Καίσαρος σκυτεὺς ἐγένετο. εἶδες ἂν πῶς αὐτὸν ἐτίμα ὁ Ἐπαφρόδιτος: 3τί πράσσει Φηλικίων ὁ ἀγαθός·

φιλῶ σε.

" εἶτα εἴ τις ἡμῶν ἐπύθετο "τί ποιεῖ αὐτός· ἐλέγετο ὅτι "μετὰ Φηλικίωνος βουλεύεται περί τινος" 3. οὐχὶ γὰρ πεπράκει αὐτὸν ὡς ἄχρηστον· τίς οὖν αὐτὸν ἄφνω φρόνιμον ἐποίησεν·

τοῦτ ἔστι τὸ τιμᾶν ἄλλο τι ἢ τὰ προαιρετικά.

" 3Ἠξίωται δημαρχίας. " πάντες οἱ ἀπαντῶντες συνήδονται:

ἄλλος τοὺς ὀφθαλμοὺς καταφιλεῖ, ἄλλος τὸν τράχηλον, οἱ δοῦλοι τὰς χεῖρας. ἔρχεται εἰς οἶκον, εὑρίσκει λύχνους ἁπτομένους. ἀναβαίνει εἰς τὸ Καπιτώλιον, ἐπιθύει. τίς οὖν πώποτε ὑπὲρ τοῦ ὀρεχθῆναι καλῶς ἔθυσεν·

ὑπὲρ τοῦ ὁρμῆσαι κατὰ φύσιν· ἐκεῖ γὰρ καὶ θεοῖς εὐχαριστοῦμεν, ὅπου τὸ ἀγαθὸν τιθέμεθα. Σήμερόν τις ὑπὲρ ἱερωσύνης ἐλάλει μοι τοῦ Αὐγούστου.

λέγω αὐτῷ "ἄνθρωπε, ἄφες τὸ πρᾶγμα: δαπανήσεις πολλὰ εἰς οὐδέν. " - "Ἀλλ οἱ τὰς [φ]ὠνάς", φησί, "γράφοντες γράψουσι τὸ ἐμὸν ὄνομα.

" - "Μή τι οὖν σὺ τοῖς ἀναγιγνώσκουσι λέγεις παρών: ἐμὲ γεγράφασιν· εἰ δὲ καὶ νῦν δύνασαι παρεῖναι πᾶσιν, ἐὰν ἀποθάνῃς, τί ποιήσεις·

- "Μενεῖ μου τὸ ὄνομα. " - "Γράψον αὐτὸ εἰς λίθον καὶ μενεῖ. ἄγε ἔξω δὲ Νικοπόλεως τίς σου μνεία· " - "Ἀλλὰ χρυσοῦν στέφανον φορήσω.

" - "Εἰ ἅπαξ ἐπιθυμεῖς στεφάνου, ῥόδινον λαβὼν περίθου: ὄψει γὰρ κομψότερον.

상위

Works

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION