- 텍스트

Epictetus, Works, book 1, Ὅτι ἀναγκαῖα τὰ λογικά.?

(에픽테토스, Works, book 1, Ὅτι ἀναγκαῖα τὰ λογικά.)

Ἐπειδὴ λόγος ἐστὶν ὁ διαρθρῶν καὶ ἐξεργαζόμενος τὰ λοιπά, ἔδει δ αὐτὸν μὴ ἀδιάρθρωτον εἶναι, ὑπὸ τίνος διαρθρωθῇ· δῆλον γὰρ ὅτι ἢ ὑφ αὑτοῦ ἢ ὑπ ἄλλου.

ἤ τοι λόγος ἐστὶν ἐκεῖνος ἢ ἄλλο τι κρεῖσσον ἔσται τοῦ λόγου, ὅπερ ἀδύνατον. εἰ λόγος, ἐκεῖνον πάλιν τίς διαρθρώσει·

εἰ γὰρ αὐτὸς ἑαυτόν, δύναται καὶ οὗτος. εἰ ἄλλου δεησόμεθα, ἄπειρον ἔσται τοῦτο καὶ ἀκατάληκτον. "[εἰ]ναί, ἀλλ ἐπείγει μᾶλλον θεραπεύειν" καὶ τὰ ὅμοια.

θέλεις οὖν περὶ ἐκείνων ἀκούειν· ἄκουε. 3ἀλλ ἐπείγει μᾶλλον".

διὰ τοῦτο γὰρ οἶμαι προ[ς]τάσσουσιν τὰ λογικά, καθάπερ τῆς μετρήσεως τοῦ σίτου προτάσσομεν τὴν τοῦ μέτρου ἐπίσκεψιν. ἂν δὲ μὴ διαλάβωμεν πρῶτον τί ἐστι μόδιος μηδὲ διαλάβωμεν πρῶτον τί ἐστι ζυγός, πῶς ἔτι μετρῆσαί τι ἢ στῆσαι δυνησόμεθα·

ἐνταῦθα οὖν τὸ τῶν ἄλλων κριτήριον καὶ δι οὗ τἆλλα καταμανθάνεται μὴ καταμεμαθηκότες μηδ ἠκριβωκότες δυνησόμεθά τι τῶν ἄλλων ἀκριβῶσαι καὶ καταμαθεῖν·

καὶ πῶς οἱό῀ν τε·

"ναί: ἀλλ ὁ μόδιος ξύλον ἐστὶ καὶ ἄκαρπον. " ἀλλὰ μετρητικὸν σίτου.

"καὶ τὰ λογικὰ ἄκαρπά ἐστι. " καὶ περὶ τούτου μὲν ὀψόμεθα. εἰ δ οὖν καὶ τοῦτο δοίη τις, ἐκεῖνο ἀπαρκεῖ ὅτι τῶν ἄλλων ἐστὶ διακριτικὰ καὶ ἐπισκεπτικὰ καὶ ὡς ἄν τις εἴποι μετρητικὰ καὶ στατικά. τίς λέγει ταῦτα·

μόνος Χρύσιππος καὶ Ζήνων καὶ Κλεάνθης· Ἀντισθένης δ οὐ λέγει·

καὶ τίς ἐστιν ὁ γεγραφὼς ὅτι "ἀρχὴ παιδεύσεως ἡ τῶν ὀνομάτων ἐπίσκεψις"· Σωκράτης δ οὐ λέγει· καὶ περὶ τίνος γράφει Ξενοφῶν, ὅτι ἤρχετο ἀπὸ τῆς τῶν ὀνομάτων ἐπισκέψεως, τί σημαίνει ἕκαστον· Ἆρ οὖν τοῦτό ἐστι τὸ μέγα καὶ τὸ θαυμαστὸν νοῆσαι Χρύσιππον ἢ ἐξηγήσασθαι·

καὶ τίς λέγει τοῦτο· τί οὖν τὸ θαυμαστόν ἐστιν· νοῆσαι τὸ βούλημα τῆς φύσεως.

τί οὖν· αὐτὸς διὰ σεαυτοῦ παρακολουθεῖς· καὶ τίνος ἔτι χρείαν ἔχεις· εἰ γὰρ ἀληθές ἐστι τὸ πάντας ἄκοντας ἁμαρτάνειν, σὺ δὲ καταμεμάθηκας τὴν ἀλήθειαν, ἀνάγκη σε ἤδη κατορθοῦν. ἀλλὰ νὴ Δία οὐ παρακολουθῶ τῷ βουλήματι τῆς φύσεως.

τίς οὖν ἐξηγεῖται αὐτό· λέγουσιν ὅτι Χρύσιππος. ἔρχομαι καὶ ἐπιζητῶ τί λέγει οὗτος ὁ ἐξηγητὴς τῆς φύσεως.

ἄρχομαι μὴ νοεῖν τί λέγει, ζητῶ τὸν ἐξηγούμενον. "ἴδε ἐπίσκεψαι, πῶς τοῦτο λέγεται, καθάπερ εἰ Ῥωμαϊστί. " ποία οὖν ἐνθάδ ὀφρὺς τοῦ ἐξηγουμένου·

οὐδ αὐτοῦ Χρυσίππου δικαίως, εἰ μόνον ἐξηγεῖται τὸ βούλημα τῆς φύσεως, αὐτὸς δ οὐκ ἀκολουθεῖ: πόσῳ πλέον τοῦ ἐκεῖνον ἐξηγουμένου· οὐδὲ γὰρ Χρυσίππου χρείαν ἔχομεν δι αὐτόν, ἀλλ ἵνα παρακολουθήσωμεν τῇ φύσει.

ἀλλ ὅτι δι ἐκείνων σημαίνεται, οὐδὲ τὸν κόρακα θαυμάζομεν ἢ τὴν κορώνην, ἀλλὰ τὸν θεὸν σημαίνοντα διὰ τούτων.

Ἔρχομαι τοίνυν ἐπὶ τὸν ἐξηγητὴν τοῦτον καὶ θύτην καὶ λέγω ὅτι "ἐπίσκεψαί μοι τὰ σπλάγχνα, τί μοι σημαίνεται" 3.

λαβὼν καὶ ἀναπτύξας ἐκεῖνος ἐξηγεῖται ὅτι "ἄνθρωπε, προαίρεσιν ἔχεις ἀκώλυτον φύσει καὶ ἀνανάγκαστον. τοῦτο ἐνταῦθα ἐν τοῖς σπλάγχνοις γέγραπται.

δείξω σοι αὐτὸ πρῶτον ἐπὶ τοῦ συγκαταθετικοῦ τόπου.

μή τίς σε κωλῦσαι δύναται ἐπινεῦσαι ἀληθεῖ· οὐδὲ εἷς. μή τίς σε ἀναγκάσαι δύναται παραδέξασθαι τὸ ψεῦδος· οὐδὲ εἷς.

ὁρᾷς ὅτι ἐν τούτῳ τῷ τόπῳ τὸ προαιρετικὸν ἔχεις ἀκώλυτον ἀνανάγκαστον ἀπαραπόδιστον· ἄγε ἐπὶ δὲ τοῦ ὀρεκτικοῦ καὶ ὁρμητικοῦ ἄλλως ἔχει·

καὶ τίς ὁρμὴν νικῆσαι δύναται ἢ ἄλλη ὁρμή· τίς δ ὄρεξιν καὶ ἔκκλισιν ἢ ἄλλη ὄρεξις καὶ ἔκκλισις· " "ἄν μοι", φησί, "προσάγῃ θανάτου φόβον, ἀναγκάζει με.

" "οὐ τὸ προσαγόμενον, ἀλλ ὅτι δοκεῖ σοι κρεῖττον εἶναι ποιῆσαί τι τούτων ἢ ἀποθανεῖν. πάλιν οὖν τὸ σὸν δόγμα σε ἠνάγκασεν, τοῦτ ἔστι προαίρεσιν προαίρεσις.

εἰ γὰρ τὸ ἴδιον μέρος, ὃ ἡμῖν ἔδωκεν ἀποσπάσας ὁ θεός, ὑπ αὐτοῦ ἢ ὑπ ἄλλου τινὸς κωλυτὸν ἢ ἀναγκαστὸν κατεσκευάκει, οὐκέτι ἂν ἦν θεὸς οὐδ ἐπεμελεῖτο ἡμῶν ὃν δεῖ τρόπον.

ταῦτα εὑρίσκω", φησίν, "ἐν τοῖς ἱεροῖς.

ταῦτά σοι σημαίνεται. ἐὰν θέλῃς, ἐλεύθερος εἶ: ἐὰν θέλῃς, μέμψῃ οὐδένα, ἐγκαλέσεις οὐδενί, πάντα κατὰ γνώμην ἔσται ἅμα τὴν σὴν καὶ τὴν τοῦ θεοῦ. " διὰ ταύτην τὴν μαντείαν ἔρχομαι ἐπὶ τὸν θύτην τοῦτον καὶ τὸν φιλόσοφον, οὐκ αὐτὸν θαυμάσας ἕνεκά γε τῆς ἐξηγήσεως, ἀλλὰ ἐκεῖνα ἃ ἐξηγεῖται.

상위

Works

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION