- 텍스트

Epictetus, Works, book 1, Τί ἐπαγγέλλεται φιλοσοφία.?

(에픽테토스, Works, book 1, Τί ἐπαγγέλλεται φιλοσοφία.)

Συμβουλευομένου τινός, πῶς τὸν ἀδελφὸν πείσῃ μηκέτι χαλεπῶς αὐτῷ ἔχειν, Οὐκ ἐπαγγέλλεται, ἔφη, φιλοσοφία τῶν ἐκτός τι περιποιήσειν τῷ ἀνθρώπῳ: εἰ δὲ μή, ἔξω τι τῆς ἰδίας ὕλης ἀναδέξεται.

ὡς γὰρ τέκτονος ὕλη τὰ ξύλα, ἀνδριαντοποιοῦ ὁ χαλκός, οὕτως τῆς περὶ βίον τέχνης ὕλη ὁ βίος αὐτοῦ ἑκάστου. - Τί οὖν ὁ τοῦ ἀδελφοῦ·

- Πάλιν τῆς αὐτοῦ ἐκείνου τέχνης ἐστίν, πρὸς δὲ τὴν σὴν τῶν ἐκτός ἐστιν, ὅμοιον ἀγρῷ, ὅμοιον ὑγείᾳ, ὅμοιον εὐδοξίᾳ. τούτων δ οὐδὲν ἐπαγγέλλεται: φιλοσοφία. "ἐν πάσῃ περιστάσει τηρήσω τὸ ἡγεμονικὸν κατὰ φύσιν ἔχον.

" - Τὸ τίνος· - "Τὸ ἐκείνου, ἐν ᾧ εἰμί. " - Πῶς οὖν ἐκεῖνός μοι μὴ ὀργίζηται·

- "Φέρε μοι ἐκεῖνον κἀκείνῳ ἐρῶ, σοὶ δὲ περὶ τῆς ἐκείνου ὀργῆς οὐδὲν ἔχω λέγειν. πῶς ἂν ἐκείνου καὶ μὴ διαλλασσομένου κατὰ φύσιν ἔχοιμι, Οὐδέν, ἔφη, τῶν μεγάλων ἄφνω γίνεται, ὅπου γε οὐδ ὁ βότρυς οὐδὲ σῦκον.

ἄν μοι νῦν λέγῃς ὅτι "θέλω σῦκον", ἀποκρινοῦμαί σοι ὅτι "χρόνου δεῖ".

ἄφες ἀνθήσῃ πρῶτον, εἶτα προβάλῃ τὸν καρπόν, εἶτα πεπανθῇ. εἶτα συκῆς μὲν καρπὸς ἄφνω καὶ μιᾷ ὡρ´ᾳ οὐ τελειοῦται, γνώμης δ ἀνθρώπου καρπὸν θέλεις οὕτως δι ὀλίγου καὶ εὐκόλως κτήσασθαι·

μηδ ἂν ἐγώ σοι λέγω, προσδόκα.

상위

Works

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION