호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Περὶ θεῶν οἱ μέν τινές εἰσιν οἱ λέγοντες μηδ εἶναι τὸ θεῖον, οἱ δ εἶναι μέν, ἀργὸν δὲ καὶ ἀμελὲς καὶ μὴ προνοεῖν μηδενός: τρίτοι δ οἱ καὶ εἶναι καὶ προνοεῖν, ἀλλὰ τῶν μεγάλων καὶ οὐρανίων, τῶν δὲ ἐπὶ γῆς μηδενός:
τέταρτοι δ οἱ καὶ τῶν ἐπὶ γῆς καὶ τῶν ἀνθρωπίνων, εἰς κοινὸν δὲ μόνον καὶ οὐχὶ δὲ καὶ κατ ἰδίαν ἑκάστου: πέμπτοι δ, ὧν ἦν καὶ Ὀδυσσεὺς καὶ Σωκράτης, οἱ λέγοντες ὅτι οὐδέ σε λήθω Κινύμενος.
Πολὺ πρότερον οὖν ἀναγκαῖόν ἐστι περὶ ἑκάστου τούτων ἐπεσκέφθαι, πότερα ὑγιῶς ἢ οὐχ ὑγιῶς λεγόμενόν ἐστιν.
εἰ γὰρ μὴ εἰσὶν θεοί, πῶς ἐστι τέλος ἕπεσθαι θεοῖς· εἰ δ εἰσὶν μέν, μηδενὸς δ ἐπιμελούμενοι, καὶ οὕτως πῶς ὑγιὲς ἔσται·
ἀλλὰ δὴ καὶ ὄντων καὶ ἐπιμελομένων εἰ μηδεμία διάδοσις εἰς ἀνθρώπους ἐστὶν ἐξ αὐτῶν καὶ νὴ Δία γε καὶ εἰς ἐμέ, πῶς ἔτι καὶ οὕτως ὑγιές ἐστιν·
πάντα οὖν ταῦτα ὁ καλὸς καὶ ἀγαθὸς ἐπεσκεμμένος τὴν αὑτοῦ γνώμην ὑποτέταχεν τῷ διοικοῦντι τὰ ὅλα καθάπερ οἱ ἀγαθοὶ πολῖται τῷ νόμῳ τῆς πόλεως.
ὁ δὲ παιδευόμενος ταύτην ὀφείλει τὴν ἐπιβολὴν ἔχων ἐλθεῖν ἐπὶ τὸ παιδεύεσθαι "πῶς ἂν ἑποίμην ἐγὼ ἐν παντὶ τοῖς θεοῖς καὶ πῶς ἂν εὐαρεστοίην τῇ θείᾳ διοικήσει καὶ πῶς ἂν γενοίμην ἐλεύθερος·
" ἐλεύθερος γάρ ἐστιν, ᾧ γίνεται πάντα κατὰ προαίρεσιν καὶ ὃν οὐδεὶς δύναται κωλῦσαι.
τί οὖν·
ἀπόνοιά ἐστιν ἡ ἐλευθερία· μὴ γένοιτο. μανία γὰρ καὶ ἐλευθερία εἰς ταὐτὸν οὐκ ἔρχεται. "ἀλλ ἐγὼ θέλω πᾶν τὸ δοκοῦν μοι ἀποβαίνειν, κἂν ὁπωσοῦν δοκῇ.
" μαινόμενος εἶ, παραφρονεῖς.
οὐκ οἶδας, ὅτι καλόν τι ἐλευθερία ἐστὶ καὶ ἀξιόλογον· τὸ δ ὡς ἔτυχέν με βούλεσθαι τὰ [δ] ὡς ἔτυχεν δόξαντα γίνεσθαι, τοῦτο κινδυνεύει οὐ μόνον οὐκ εἶναι καλόν, ἀλλὰ καὶ πάντων αἴσχιστον εἶναι. πῶς γὰρ ἐπὶ γραμματικῶν ποιοῦμεν·
βούλομαι γράφειν ὡς θέλω τὸ Δίωνος ὄνομα· οὔ: ἀλλὰ διδάσκομαι θέλειν, ὡς δεῖ γράφεσθαι. τί ἐπὶ μουσικῶν· ὡσαύτως. τί ἐν τῷ καθόλου, ὅπου τέχνη τις ἢ ἐπιστήμη ἐστίν·
εἰ δὲ μή, οὐδενὸς ἦν ἄξιον τὸ ἐπίστασθαί τι, εἰ ταῖς ἑκάστων βουλήσεσι προσηρμόζετο. ἐνταῦθα οὖν μόνον ἐπὶ τοῦ μεγίστου καὶ κυριωτάτου, τῆς ἐλευθερίας, ὡς ἔτυχεν ἐφεῖταί μοι θέλειν·
οὐδαμῶς, ἀλλὰ τὸ παιδεύεσθαι τοῦτ ἔστι μανθάνειν ἕκαστα οὕτω θέλειν ὡς γίνεται. πῶς δὲ γίνεται· ὡς διέταξεν αὐτὰ ὁ διατάσσων. διέταξε δὲ θέρος εἶναι καὶ χειμῶνα καὶ φορὰν καὶ ἀφορίαν καὶ ἀρετὴν καὶ κακίαν καὶ πάσας τὰς τοιαύτας ἐναντιότητας ὑπὲρ συμφωνίας τῶν ὅλων ἡμῶν θ ἑκάστῳ σῶμα καὶ μέρη τοῦ σώματος καὶ κτῆσιν καὶ κοινωνοὺς ἔδωκεν.
Ταύτης οὖν τῆς διατάξεως μεμνημένους ἔρχεσθαι δεῖ ἐπὶ τὸ παιδεύεσθαι, οὐχ ἵν ἀλλάξωμεν τὰς ὑποθέσεις οὔτε γὰρ δίδοται ἡμῖν οὔτ ἄμεινον, ἀλλ ἵνα οὕτως ἐχόντων τῶν περὶ ἡμᾶς ὡς ἔχει καὶ πέφυκεν αὐτοὶ τὴν γνώμην τὴν αὑτῶν συνηρμοσμένην τοῖς γινομένοις ἔχωμεν.
τί γάρ·
ἐνδέχεται φυγεῖν ἀνθρώπους· καὶ πῶς οἱό῀ν τε· ἀλλὰ συνόντας αὐτοῖς ἐκείνους ἀλλάξαι· καὶ τίς ἡμῖν δίδωσιν· τί οὖν ἀπολείπεται ἢ τίς εὑρίσκεται μηχανὴ πρὸς τὴν χρῆσιν αὐτῶν·
τοιαύτη, δι ἧς ἐκεῖνοι μὲν ποιήσουσι τὰ φαινόμενα αὐτοῖς, ἡμεῖς δ οὐδὲν ἧττον κατὰ φύσιν ἕξομεν. σὺ δ ἀταλαίπωρος εἶ καὶ δυσάρεστος κἂν μὲν μόνος ᾖς, ἐρημίαν καλεῖς τοῦτο, ἂν δὲ μετὰ ἀνθρώπων, ἐπιβούλους λέγεις καὶ λῃστάς, μέμφῃ δὲ καὶ γονεῖς τοὺς σεαυτοῦ καὶ τέκνα καὶ ἀδελφοὺς καὶ γείτονας.
ἔδει δὲ μόνον μένοντα ἡσυχίαν καλεῖν αὐτὸ καὶ ἐλευθερίαν καὶ ὅμοιον τοῖς θεοῖς ἡγεῖσθαι αὑτόν, μετὰ πολλῶν δ ὄντα μὴ ὄχλον καλεῖν μηδὲ θόρυβον μηδ ἀηδίαν, ἀλλ ἑορτὴν καὶ πανήγυριν καὶ οὕτως πάντα εὐαρέστως δέχεσθαι.
τίς οὖν ἡ κόλασις τοῖς οὐ προσδεχομένοις· τὸ οὕτως ἔχειν ὡς ἔχουσιν.
δυσαρεστεῖ τις τῷ μόνος εἶναι· ἔστω ἐν ἐρημίᾳ. δυσαρεστεῖ τις τοῖς γονεῦσιν· ἔστω κακὸς υἱὸς καὶ πενθείτω. δυσαρεστεῖ τοῖς τέκνοις· ἔστω κακὸς πατήρ.
"βάλε αὐτὸν εἰς φυλακήν. " ποίαν φυλακήν· ὅπου νῦν ἐστιν. ἄκων γάρ ἐστιν: ὅπου δέ τις ἄκων ἐστίν, ἐκεῖνο φυλακὴ αὐτῷ ἐστιν. καθὸ καὶ Σωκράτης οὐκ ἦν ἐν φυλακῇ, ἑκὼν γὰρ ἦν. "σκέλος οὖν μοι γενέσθαι πεπηρωμένον.
" ἀνδράποδον, εἶτα δι ἓν σκελύδριον τῷ κόσμῳ ἐγκαλεῖς· οὐκ ἐπιδώσεις αὐτὸ τοῖς ὅλοις· οὐκ ἀποστήσῃ· οὐ χαίρων παραχωρήσεις τῷ δεδωκότι· ἀγανακτήσεις δὲ καὶ δυσαρεστήσεις τοῖς ὑπὸ τοῦ Διὸς διατεταγμένοις, ἃ ἐκεῖνος μετὰ τῶν Μοιρῶν παρουσῶν καὶ ἐπικλωθουσῶν σου τὴν γένεσιν ὡρ´ισεν καὶ διέταξεν·
οὐκ οἶσθα[ς], ἡλίκον μέρος πρὸς τὰ ὅλα·
τοῦτο δὲ κατὰ τὸ σῶμα, ὡς κατά γε τὸν λόγον οὐδὲν χείρων τῶν θεῶν οὐδὲ μικρότερος: λόγου γὰρ μέγεθος οὐ μήκει οὐδ ὕψει κρίνεται, ἀλλὰ δόγμασιν. καθ ἃ ἴσος εἶ τοῖς θεοῖς, ἐκεῖ που τίθεσθαι τὸ ἀγαθόν·
"τάλας ἐγώ, τὸν πατέρα ἔχω τοιοῦτον καὶ τὴν μητέρα.
" τί οὖν· ἐδίδοτό σοι προελθόντι ἐκλέξασθαι καὶ εἰπεῖν "ὁ δεῖνα τῇ δεῖνι συνελθέτω τῇδε τῇ ὡρ´ᾳ, ἵνα ἐγὼ γένωμαι" 3· οὐκ ἐδίδοτο.
ἀλλ ἔδει προυποστῆναί σου τοὺς γονεῖς, εἶτα οὕτως γεννηθῆναι. ἐκ ποίων τινῶν· ἐκ τοιούτων, ὁποῖοι ἦσαν.
τί οὖν· τοιούτων αὐτῶν ὄντων οὐδεμία σοι δίδοται μηχανή· εἶτ εἰ μὲν τὴν ὁρατικὴν δύναμιν ἠγνόεις πρὸς τί κέκτησαι, δυστυχὴς ἂν ἦς καὶ ἄθλιος, εἰ κατέμυες, προσαγόντων σοι τῶν χρωμάτων: ὅτι δὲ μεγαλοψυχίαν ἔχων καὶ γενναιότητα πρὸς ἕκαστα τούτων ἀγνοεῖς, οὐ δυστυχέστερος εἶ καὶ ἀθλιώτερος· προσάγεταί σοι τὰ κατάλληλα τῇ δυνάμει ἣν ἔχεις: σὺ δ αὐτὴν τότε μάλιστα ἀποστρέφεις, ὁπότε ἠνοιγμένην καὶ βλέπουσαν ἔχειν ἔδει.
οὐ μᾶλλον εὐχαριστεῖς τοῖς θεοῖς, ὅτι σε ἐπάνω τούτων ἀφῆκαν ὅσα μηδ ἐποίησαν ἐπὶ σοί, μόνον δ ὑπεύθυνον ἀπέφηναν τῶν ἐπὶ σοί·
γονέων ἕνεκα ἀνυπεύθυνον ἀφῆκαν: ἀδελφῶν ἕνεκα ἀφῆκαν, σώματος ἕνεκα ἀφῆκαν, κτήσεως, θανάτου, ζωῆς.
τίνος οὖν ὑπεύθυνόν σε ἐποίησαν·
τοῦ μόνου ὄντος ἐπὶ σοί, χρήσεως οἱάς δεῖ φαντασιῶν. τί οὖν ἐπισπᾷς σεαυτῷ ταῦτα ὧν ἀνυπεύθυνος εἶ·
τοῦτό ἐστιν ἑαυτῷ παρέχειν πράγματα.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기