호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἡ περὶ τοὺς μεταπίπτοντας καὶ ὑποθετικούς, ἔτι δὲ ἠρωτῆσθαι περαίνοντας καὶ πάντας ἁπλῶς τοὺς τοιούτους λόγους πραγματεία λανθάνει τοὺς πολλοὺς περὶ καθήκοντος οὖσα. ζητοῦμεν γὰρ ἐπὶ πάσης ὕλης πῶς ἂν εὑρ´[ο]οι ὁ καλὸς καὶ ἀγαθὸς τὴν διέξοδον καὶ ἀναστροφὴν τὴν ἐν αὐτῇ καθήκουσαν.
[μ]ἢ τούτων μηδέτερον προσδεχομένοις ἀναγκαῖον ὁμολογεῖν, ὅτι ἐπίσκεψίν τινα ποιητέον τῶν τόπων τούτων, περὶ οὓς μάλιστα στρέφεται ἐρώτησις καὶ ἀπόκρισις.
τί γὰρ ἐπαγγέλλεται ἐν λόγῳ·
τἀληθῆ τιθέναι, τὰ ψευδῆ αἴρειν, πρὸς τὰ ἄδηλα ἐπέχειν. ἆρ οὖν ἀρκεῖ τοῦτο μόνον μαθεῖν·
- Ἀρκεῖ, φησίν. - Οὐκοῦν καὶ τῷ βουλομένῳ ἐν χρήσει νομίσματος μὴ διαπίπτειν ἀρκεῖ τοῦτο ἀκοῦσαι, διὰ τί τὰς μὲν δοκίμους δραχμὰς παραδέχῃ, τὰς δ ἀδοκίμους ἀποδοκιμάζεις· - Οὐκ ἀρκεῖ.
- Τί οὖν δεῖ τούτῳ προσλαβεῖν· τί γὰρ ἄλλο ἢ δύναμιν δοκιμαστικήν τε καὶ διακριτικὴν τῶν δοκίμων τε καὶ ἀδοκίμων δραχμῶν· ἀλλ ἀνάγκη δοκιμαστικὸν γενέσθαι καὶ διακριτικὸν τοῦ ἀληθοῦς καὶ τοῦ ψεύδους καὶ τοῦ ἀδήλου·
- Ἀνάγκη.
- Ἐπὶ τούτοις τί παραγγέλλεται ἐν λόγῳ· τὸ ἀκόλουθον τοῖς δοθεῖσιν ὑπὸ σοῦ καλῶς παραδέχου. ἄγε ἀρκεῖ οὖν κἀνταῦθα γνῶναι τοῦτο·
οὐκ ἀρκεῖ, δεῖ δὲ μαθεῖν πῶς τί τισιν ἀκόλουθον γίνεται καὶ ποτὲ μὲν ἓν ἑνὶ ἀκολουθεῖ, ποτὲ δὲ πλείοσιν κοινῇ. μή ποτε οὖν καὶ τοῦτο ἀνάγκη προσλαβεῖν τὸν μέλλοντα ἐν λόγῳ συνετῶς ἀναστραφήσεσθαι καὶ αὐτόν τ ἀποδείξειν ἕκαστα ἀποδόντα καὶ τοῖς ἀποδεικνύουσι παρακολουθήσειν μηδ ὑπὸ τῶν σοφιζομένων διαπλανηθήσεσθαι ὡς ἀποδεικνυόντων·
οὐκοῦν ἐλήλυθεν ἡμῖν περὶ τῶν συναγόντων λόγων καὶ τρόπων πραγματεία καὶ γυμνασία καὶ ἀναγκαία πέφηνεν.
Ἀλλὰ δὴ ἔστιν ἐφ ὧν δεδώκαμεν ὑγιῶς τὰ λήμματα καὶ συμβαίνει τουτὶ ἐξ αὐτῶν:
ψεῦδος δὲ ὀ`ν οὐδὲν ἧττον συμβαίνει. τί οὖν μοι καθήκει ποιεῖν·
προσδέχεσθαι τὸ ψεῦδος· καὶ πῶς οἱό῀ν τ·
ἀλλὰ λέγειν ὅτι "οὐχ ὑγιῶς παρεχώρησα τὰ ὡμολογημένα"· καὶ μὴν οὐδὲ τοῦτο δίδοται. ἀλλ ὅτι "οὐ συμβαίνει διὰ τῶν παρακεχωρημένων"· ἀλλ οὐδὲ τοῦτο δίδοται. τί οὖν ἐπὶ τούτων ποιητέον·
ἢ μή ποτε ὡς οὐκ ἀρκεῖ τὸ δανείσασθαι πρὸς τὸ ἔτι ὀφείλειν, ἀλλὰ δεῖ προσεῖναι καὶ τὸ ἐπιμένειν ἐπὶ τοῦ δανείου καὶ μὴ διαλελύσθαι αὐτό, οὕτως οὐκ ἀρκεῖ πρὸς τὸ δεῖν παραχωρεῖν τὸ ἐπιφερόμενον τὸ δεδωκέναι τὰ λήμματα, δεῖ δ ἐπιμένειν ἐπὶ τῆς παραχωρήσεως αὐτῶν. τὸ ἀκόλουθον αὐτοῖς προσδέχεσθαι οὐδὲ γὰρ ἡμῖν ἔτι οὐδὲ καθ ἡμᾶς συμβαίνει τοῦτο τὸ ἐπιφερόμενον, ἐπειδὴ τῆς συγχωρήσεως τῶν λημμάτων ἀπέστημεν.
δεῖ οὖν καὶ τὰ τοιαῦτα τῶν λημμάτων ἱστορῆσαι καὶ τὴν τοιαύτην μεταβολήν τε καὶ μετάπτωσιν αὐτῶν, καθ ἣν ἐν αὐτῇ τῇ ἐρωτήσει ἢ τῇ ἀποκρίσει ἢ τῷ συλλελογίσθαι ἤ τινι ἄλλῳ τοιούτῳ λαμβάνοντα τὰς μεταπτώσεις ἀφορμὴν παρέχει τοῖς ἀνοήτοις τοῦ ταράσσεσθαι μὴ βλέπουσι τὸ ἀκόλουθον.
τίνος ἕνεκα· τούτῳ μὴ παρὰ τὸ καθῆκον μηδ εἰκῇ μηδὲ συγκεχυμένως ἀναστρεφώμεθα.
Καὶ τὸ αὐτὸ ἐπί τε τῶν ὑποθέσεων καὶ τῶν ὑποθετικῶν λόγων.
ἀναγκαῖον γὰρ ἔστιν ὅτ αἰτῆσαί τινα ὑπόθεσιν ὥσπερ ἐπιβάθραν τῷ ἑξῆς λόγῳ. πᾶσαν οὖν τὴν δοθεῖσαν παραχωρητέον ἢ οὐ πᾶσαν·
καὶ εἰ οὐ πᾶσαν, τίνα· [περὶ τίνος ἡ σκέψις·
περὶ καθήκοντος. ] παραχωρήσαντι δὲ μενετέον εἰς ἅπαν ἐπὶ τῆς τηρήσεως ἢ ἔστιν ὅτε ἀποστατέον, τὰ δ ἀκόλουθα προσδεκτέον καὶ τὰ μαχόμενα οὐ προσδεκτέον· - Ναί.
- Ἀλλὰ λέγει τις ὅτι "ποιήσω σε δυνατοῦ δεξάμενον ὑπόθεσιν ἐπ ἀδύνατον ἀπαχθῆναι". πρὸς τοῦτον οὐ συγκαθήσει ὁ φρόνιμος, ἀλλὰ φεύξεται ἐξέτασιν καὶ κοινολογίαν· καὶ τίς ἔτι ἄλλος ἐστὶ λόγῳ χρηστικὸς καὶ δεινὸς ἐρωτήσει καὶ ἀποκρίσει καὶ νὴ Δία ἀνεξαπάτητός τε καὶ ἀσόφιστος·
ἀλλὰ συγκαθήσει μέν, οὐκ ἐπιστραφήσεται δὲ τοῦ μὴ εἰκῇ καὶ ὡς ἔτυχεν ἀναστρέφεσθαι ἐν λόγῳ·
καὶ πῶς ἔτι ἔσται τοιοῦτος οἱο῀ν αὐτὸν ἐπινοοῦμεν· ἀλλ ἄνευ τινὸς τοιαύτης γυμνασίας καὶ παρασκευῆς φυλάττειν οἱό῀ς τ ἐστὶ τὸ ἑξῆς·
τοῦτο δεικνύτωσαν καὶ παρέλκει τὰ θεωρήματα ταῦτα πάντα, ἄτοπα ἦν καὶ ἀνακόλουθα τῇ προλήψει τοῦ σπουδαίου.
Τί ἔτι ἀργοὶ καὶ ῥᾴθυμοι καὶ νωθροί ἐσμεν καὶ προφάσεις ζητοῦμεν, καθ ἃς οὐ πονήσομεν οὐδ ἀγρυπνήσομεν ἐξεργαζόμενοι τὸν αὑτῶν λόγον·
- Ἂν οὖν ἐν τούτοις πλανηθῶ, μή τι τὸν πατέρα ἀπέκτεινα·
- Ἀνδράποδον, ποῦ γὰρ ἐνθάδε πατὴρ ἦν, ἵν αὐτὸν ἀποκτείνῃς· τί οὖν ἐποίησας· ὃ μόνον ἦν κατὰ τὸν τόπον ἁμάρτημα, τοῦτο ἡμάρτηκας. ἐπεί τοι τοῦτ αὐτὸ καὶ ἐγὼ Ῥούφῳ εἶπον ἐπιτιμῶντί μοι ὅτι τὸ παραλειπόμενον ἓν ἐν συλλογισμῷ τινι οὐχ εὑρ´ισκον.
3ἐνθάδε τὸ παραλειπόμενον Καπιτώλιόν ἐστιν".
ἢ ταῦτα μόνα ἁμαρτήματά ἐστι τὸ Καπιτώλιον ἐμπρῆσαι καὶ τὸν πατέρα ἀποκτεῖναι, τὸ δ εἰκῇ καὶ μάτην καὶ ὡς ἔτυχεν χρῆσθαι ταῖς φαντασίαις ταῖς αὑτοῦ καὶ μὴ παρακολουθεῖν λόγῳ μηδ ἀποδείξει μηδὲ σοφίσματι μηδ ἁπλῶς βλέπειν τὸ καθ αὑτὸν καὶ οὐ καθ αὑτὸν ἐν ἐρωτήσει καὶ ἀποκρίσει, τούτων δ οὐδέν ἐστιν ἁμάρτημα·
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기