- 텍스트

Athenaeus, The Deipnosophists, Book 8, book 8, chapter 64

(아테나이오스, The Deipnosophists, Book 8, book 8, chapter 64)

σὺ δὲ ἡμῖν δίκαιος εἶ λέγειν, ὁ καὶ τῶν Ὁμηρικῶν μεμνημένος τούτων τίς δαίς, τίς δὲ ὅμιλος ὅδ ἔπλετο·? τίπτε δέ σε χρεών· εἰλάπιν ἠὲ γάμος· ἐπεὶ οὐκ ἔρανος τάδε γ ἐστίν, τίνι διαφέρει ἀλλήλων. ἐπεὶ δὲ σιγᾷς, ἐγὼ ἐρῶ. κατὰ γὰρ τὸν Συρακόσιον ποιητὴν τὰ πρὸ τοῦ δύ ἄνδρες ἔλεγον, εἷς ἐγὼν ἀποχρέω. τὰς θυσίας καὶ τὰς λαμπροτέρας παρασκευὰς ἐκάλουν οἱ παλαιοὶ εἰλαπίνας καὶ τοὺς τούτων μετέχοντας εἰλαπιναστάς. ἔρανοι δέ εἰσιν αἱ ἀπὸ τῶν συμβαλλομένων συναγωγαί, ἀπὸ τοῦ συνερᾶν καὶ συμφέρειν ἕκαστον. καλεῖται δ ὁ αὐτὸς καὶ ἔρανος καὶ θίασος καὶ οἱ συνιόντες ἐρανισταὶ καὶ θιασῶται. καλεῖται δὲ καὶ ὁ τῷ Διονύσῳ παρεπόμενος ὄχλος θίασος, ὡς Εὐριπίδης φησίν ὁρῶ δὲ θιάσους τρεῖς γυναικείων χορῶν. τοὺς μὲν οὖν θιάσους ἀπὸ τοῦ θεοῦ προσηγόρευον καὶ γάρ αὐτοὺς τοὺς θεοὺς οἱ Λάκωνες σιούς φασι. τὰς δ εἰλαπίνας ἀπὸ τῆς ἐν αὐταῖς παρασκευῆς γινομένης καὶ δαπάνης, λαφύττειν γὰρ καὶ λαπάζειν τὸ ἐκκενοῦν καὶ ἀναλίσκειν, ὅθεν καὶ ἐπὶ τοῦ πορθεῖν τὸ ἀλαπάζειν οἱ ποιηταὶ τάττουσι, καὶ τὰ διαρπαζόμενα κατὰ τὴν λάφυξιν λάφυρα, τὰς δὲ τοιαύτας εὐωχίας Αἰσχύλος καὶ Εὐριπίδης εἰλαπίνας ἀπὸ τοῦ λελαπάχθαι.

λάπτειν δὲ τὸ τὴν τροφὴν ἐκπέττειν καὶ κενούμενον λαγαρὸν γίγνεσθαι:

ὅθεν ἀπὸ μὲν τοῦ λαγαροῦ ἡ λαγών, ὥσπερ καὶ λάγανον, ἀπὸ δὲ τοῦ λαπάττειν λαπάρα. λαφύττειν δέ ἐστι τὸ δαψιλῶς καὶ ἐπὶ πολὺ λαπάττειν καὶ ἐκκενοῦν. τὸ δὲ δαπανᾶν ἀπὸ τοῦ δάπτειν λέγεται: καὶ τοῦτο δὲ τοῦ δαψιλοῦς ἔχεται. διόπερ ἐπὶ τῶν ἀπλήστως καὶ θηριωδῶς ἐσθιόντων τὸ δάψαι καὶ δαρδάψαι. Ὅμηρος: ἀλλ ἄρα τόν γε κύνες τε καὶ οἰωνοὶ κατέδαψαν. τὰς δ εὐωχίας ἐκάλουν οὐκ ἀπὸ τῆς ὀχῆς, ἥ ἐστι τροφή, ἀλλ ἀπὸ τοῦ κατὰ ταῦτα εὖ ἔχειν.

εἰς ἃς δὴ συνιόντες οἱ τὸ θεῖον τιμῶντες καὶ εἰς εὐφροσύνην καὶ ἄνεσιν αὑτοὺς μεθιέντες τὸ μὲν ποτὸν μέθυ, τὸν δὲ τοῦτο δωρησάμενον θεὸν Μεθυμναῖον καὶ Λυαῖον καὶ Εὐιόν καὶ Ιἤιον προσηγόρευον, ὥσπερ καὶ τὸν μὴ σκυθρωπὸν καὶ σύννουν ἱλαρόν. διὸ καὶ τὸ δαιμόνιον ἵλεων ἠξίουν γίνεσθαι ἐπιφωνοῦντες ἰὴ ἰή. ὅθεν καὶ τὸν τόπον ἐν ᾧ τοῦτο ἔπραττον ἱερὸν ὠνόμαζον. ὅτι δὲ τὸν αὐτὸν ἵλεων καὶ ἱλαρὸν ἔλεγον δηλοῖ Ἔφιππος ἐν τῷ ἐπιγραφομένῳ δράματι Ἐμπολή :

περὶ ἑταίρας δέ τινος λέγει: ἔπειτὰ γ εἰσιόντ, ἐὰν λυπούμενος τύχῃ τις ἡμῶν, ἐκολάκευσεν ἡδέως, ἐφίλησεν οὐχὶ συμπιέσασα τὸ στόμα ὥσπερ πολέμιον, ἀλλὰ τοῖσι στρουθίοις χανοῦσ1 ὁμοίως, ἧσε, παρεμυθήσατο, ἐποίησὲ θ ἱλαρὸν εὐθέως τ ἀφεῖλε πᾶν αὐτοῦ τὸ λυποῦν κἀπέδειξεν ἵλεων.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION