- 텍스트

Athenaeus, The Deipnosophists, Book 8, book 8, chapter 58

(아테나이오스, The Deipnosophists, Book 8, book 8, chapter 58)

ἥδιστος δ ἐστὶ καὶ ὁ παρὰ τῷ αὐτῷ ποιητῇ ἐν τοῖς Ὀβελιαφόροις νεανίσκος κατασμικρύνων ἅπαντα τὰ περὶ τὴν ὀψωνίαν καὶ λέγων ὧδε:? ἀλλ ἀγόρασον εὐτελῶς: ἅπαν γὰρ ἱκανόν ἐστι. β. φράζ, ὦ δέσποτα. α. μὴ πολυτελῶς, ἀλλὰ καθαρείως, ὅ τι ἂν ᾖ ὁσίας ἕνεκ ἀρκεῖ τευθίδια, σηπίδια: κἂν κάραβός τις ᾖ λαβεῖν, εἷς ἀρκέσει ἢ δύ: ἐπὶ τὴν τράπεζαν ἐγχελύδια Θήβηθεν ἐνίοτ ἔρχεται: τούτων λαβέ. ἀλεκτρυόνιον, φάττιον, περδίκιον, τοιαῦτα, δασύπους ἄν τις εἰσέλθῃ, φέρε. β. ὡς μικρολόγος εἶ. α. σὺ δέ γε λίαν πολυτελής: πάντως κρέ ἡμῖν ἔστι. β. πότερ ἔπεμψέ τις· α. οὔκ, ἀλλ ἔθυσεν ἡ γυνή: τὸ μοσχίον τὸ τῆς Κορώνης αὔριον δειπνήσομεν. ὁ δὲ παρὰ Μνησιμάχῳ ἐν τῷ ὁμωνύμῳ δράματι Δύσκολος φιλάργυρος ὢν σφόδρα πρὸς τὸν ἀσωτευόμενον νεανίσκον φησίν ἀλλ ἀντιβολῶ σ1, ἐπίταττέ μοι μὴ πόλλ ἄγαν, μηδ ἄγρια λίαν μηδ ἐπηργυρωμένα, μέτρια δέ, τῷ θείῳ σεαυτοῦ.

β. πῶς ἔτι μετριώτερ, ὦ δαιμόνι· α. ὅπως· σύντεμνε καὶ ἐπεξαπάτα με: : τούς μὲν ἰχθῦς μοι κάλει ἰχθύδι ὄψον δ ἂν λέγῃς ἕτερον, κάλει ὀψάριον. ἥδιον γὰρ ἀπολοῦμαι πολύ.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION