호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ταῦτα καὶ παρ ἡμῶν ἔχετε, ἄνδρες φίλοι, ὀψωνησάντων κατὰ δύναμιν τὴν ἑαυτῶν ὑγιεινῶς.? κατὰ γὰρ τὸν Ἀντιφάνους Παράσιτον ἐγὼ περὶ τὴν ὀψωνίαν μὲν οὐ πάνυ ἐσπούδακ οὐδ αὖ συνέτεμον λίαν πόνον ὡς ἄν τις, ἄλλως ἐξενεχθεὶς ἐν πότῳ, ἐμοῦ διαβάλοι κραιπάλην Ἑλληνικῶς. ἀλλὰ μὴν οὐδὲ οὕτως εἰμὶ φίλιχθυς ὡς ὁ παρὰ τῷ αὐτῷ ποιητῇ ἐν Βουταλίωνι, ὅπερ δρᾶμα τῶν Ἀγροίκων ἐστὶν ἑνὸς διασκευή, φησὶ γάρ: α. καὶ μὴν ἑστιάσω τήμερον ὑμᾶς ἐγώ σὺ δ ἀγοράσεις ἡμῖν λαβών, πίστ, ἀργύριον. π.
ἄλλως γὰρ οὐκ ἐπίσταμαι χρηστῶς ἀγοράζειν. α. φράζε δή, Φιλούμενε, ὄψῳ τίνι χαίρεις· φ. πᾶσι. α. καθ ἕκαστον λέγε, ἰχθὺν τίν ἡδέως φάγοις ἄν· φ. εἰς ἀγρὸν ἦλθεν φέρων ποτ ἰχθυοπώλης μαινίδας καὶ τριγλίδας, καὶ νὴ Δί ἤρεσεν σφόδρα ἡμῖν ἅπασιν. α. εἶτα καὶ νῦν, εἰπέ μοι, τούτων φάγοις ἄν· φ. κἄν τις ἄλλος μικρὸς ᾖ: τοὺς γὰρ μεγάλους τούτους ἅπαντας νενόμικα ἀνθρωποφάγους ἰχθῦς. α. τί φής, ὦ φίλτατε· ἀνθρωποφάγους, πῶς·
ἰχθῦς φρονοῦντας, ὦ πάτερ: π. οὓς ἂν ἄνθρωπος φάγοι δῆλον ὅτι: ταῦτα δ ἐστὶν ῾ Ἑλένης βρώματα,ἅ φησιν οὗτος, μαινίδας καὶ τριγλίδας. ἐν δὲ τῷ Ἀγροίκῳ Ἑκάτης βρώματα ἔφη τὰς μαινίδας εἶναι καὶ τὰς τριγλίδας. ἐκφαυλίζων δὲ καὶ Ἔφιππος τοὺς μικροὺς τῶν ἰχθύων ἐν Φιλύρᾳ φησί: παππία, βούλει δραμὼν εἰς τὴν ἀγορὰν κἆτ ἀγοράσαι μοι - β. φράζε τί. α. μὴ μοι βρέφη.
β. οὐκ οἶσθ ὁτιὴ τἀργύριόν ἐστ ἰσάργυρον·?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기