호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀναγράφει δὲ καὶ τάδε μετὰ τὰ προειρημένα τοῦ ε Στρατονίκου ἀπομνημονευμάτων οὕτως.? Στρατόνικος πρὸς τὸν Χρυσογόνου πατέρα λέγοντα ὅτι πάντα αὐτῷ ὑπάρχει οἰκεῖα: αὐτὸς μὲν γὰρ ἐργολάβος εἶναι, τῶν δὲ υἱῶν ὁ μὲν διδάξει, ὁ δὲ αὐλήσει, προσδεῖ γ, ἔφη ὁ Στρατόνικος, ἔτι ἑνός. εἰπόντος δὲ τίνος· θεάτρου, ἔφη, οἰκείου, ἐρομένου δέ τινος διὰ τί τὴν Ἑλλάδα πᾶσαν περινοστεῖ , ἀλλ οὐκ ἐν μιᾷ πόλει διαμένει, παρὰ τῶν Μουσῶν ἔφη εἰληφέναι τέλος τοὺς Ἕλληνας ἅπαντας, παρ ὧν πράττεσθαι μισθὸν ἀμουσίας. τὸν Φάωνα δὲ ἔφη αὐλεῖν οὐχ ἁρμονίαν, ἀλλὰ τὸν Κάδμον. προσποιουμένου δὲ εἶναι Φάωνος αὐλητικοῦ καὶ ἔχειν φάσκοντος Μεγαροῖ χορόν, ληρεῖς ἔφη:
ἐκεῖ μὲν γὰρ οὐκ ἔχεις, ἀλλ ἔχει. μάλιστα δὲ θαυμάζειν ἔφη τὴν τοῦ σοφιστοῦ Σατύρου μητέρα, ὅτι ὃν οὐδεμία πόλις ἐνεγκεῖν οἱά τε δέκα ἡμέρας, ἐκείνη δέκα μῆνας ἤνεγκε. πυνθανόμενος δὲ ἐν Ἰλίῳ ἐπιδημεῖν αὐτὸν ἐν τοῖς Ἰλιείοις αἰεί ἔφησεν, Ἰλίῳ κακά Μυννάκου δ αὐτῷ περὶ μουσικῆς διαμφισβητοῦντος οὐ προσέχειν αὐτῷ ἔφη, ὅτι ἀνώτερον τοῦ σφυροῦ λέγει, τὸν δὲ φαῦλον ἰατρὸν ἀπαυθημερίζειν ἔφη ποιεῖν εἰς Αἵδου τοὺς θεραπευομένους. ἀπαντήσας δέ τινι τῶν γνωρίμων ὡς εἶδεν ἐσπογγισμένα τὰ ὑποδήματα καλῶς συνηχθέσθη ὡς πράττοντι κακῶς, νομίζων οὐκ ἂν οὕτως ἐσπογγίσθαι καλῶς, εἰ μὴ αὐτὸς ἐσπόγγισεν.
ἐν Τειχιοῦντι δὲ τῆς Μιλήτου μιγάδων οἰκούντων ὡς ἑώρα πάντας τοὺς τάφους ξενικοὺς ὄντας ῾ ἀπίωμεν ἔφη, παῖ: ἐνταῦθα γὰρ οἱ ξένοι ἐοίκασιν ἀποθνῄσκειν, τῶν δ ἀστῶν οὐδείς Ζήθου δὲ τοῦ κιθαριστοῦ διεξιόντος περὶ μουσικῆς, μόνῳ δὲ οὐκ ἔφη προσήκειν περὶ μουσικῆς λαλεῖν, ὅς γε, ἔφη, τὸ ἀμουσότατον τῶν ὀνομάτων εἵλου, εἰ σεαυτὸν ἀντ Ἀμφίονος Ζῆθον καλεῖς.
ἔφη.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기