- 텍스트

Athenaeus, The Deipnosophists, Book 8, book 8, chapter 29

(아테나이오스, The Deipnosophists, Book 8, book 8, chapter 29)

Ἀντιφάνης δ ἐν Πλουσίοις κατάλογον ποιεῖται ὀψοφάγων ἐν τούτοις:? εὔθυνος δ ἔχων σανδάλια καὶ σφραγῖδα καὶ μεμυρισμένος ἐλογίζετ ὄψων πραγμάτιον οὐκ οἶδὲ ὅ τι: Φοινικίδης δὲ Ταυρέας θ ὁ φίλτατος, ἄνδρες πάλαι ὀψοφάγοι τοιοῦτοί τινες οἱοῖ καταβροχθίζειν ἐν ἀγορᾷ τὰ τεμάχη, ὁρῶντες ἐξέθνῃσκον ἐπὶ τῷ πράγματι ἔφερόν τε δεινῶς τὴν ἀνοψίαν πάνυ. κύκλους δὲ συναγείροντες ἔλεγον τοιάδε, : ὡς οὐ βιωτόν ἐστιν οὐδ ἀνασχετὸν τῆς μὲν θαλάττης ἀντιποιεῖσθαί τινας ὑμῶν ἀναλίσκειν τε πολλὰ χρήματα, ὄψου δὲ μηδὲν ἐνθάδ εἰσπλεῖν μηδὲ γρῦ. τί οὖν ὄφελος τῶν νησιάρχων· ἔστι δὴ νόμῳ κατακλεῖσαι τοῦτο, παραπομπὴν ποιεῖν τῶν ἰχθύων, νυνδὶ Μάτων συνήρπακεν τοὺς ἁλιέας, καὶ δὴ Διογείτων νὴ Δία ἅπαντας ἀναπέπεικεν ὡς αὑτὸν φέρειν, κου δημοτικόν γε τοῦτο δρᾷ τοσαῦτα φλῶν.

γάμοι δ ἐκείνοις καὶ πότοι νεανικοὶ ἦσαν Εὔφρων δὲ ἐν Μούσαις: Φοινικίδης δ ὡς εἶδεν ἐν πλήθει νέων μεστὴν ζέουσαν λοπάδα Νηρείων τέκνων, ἐπίσχετ ὀργῇ χεῖρας ἠρεθισμένας:

: τίς φησιν εἶναι δεινὸς ἐκ κοινοῦ φαγεῖν· τίς ἐκ μέσου τὰ θερμὰ δεινὸς ἁρπάσαι· ποῦ Κόρυδος ἢ Φυρόμαχος ἢ Νείλου βία· ἴτω πρὸς ἡμᾶς, καὶ τάχ ἂν οὐδὲν μεταλάβοι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION