호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
περὶ δὲ Φιλοξένου τοῦ Κυθηρίου διθυραμβοποιοῦ Μάχων ὁ κωμῳδιοποιὸς τάδε γράφει:? ὑπερβολῇ λέγουσι τὸν Φιλόξενον τῶν διθυράμβων τὸν ποιητὴν γεγονέναι ὀψοφάγον. εἶτα πουλύποδα πηχῶν δυεῖν ἐν ταῖς Συρακούσαις ποτ αὐτὸν ἀγοράσαι καὶ σκευάσαντα καταφαγεῖν ὅλον σχεδὸν πλὴν τῆς κεφαλῆς. "εἲ τί σοι ἀνοικονόμητόν ἐστι διατίθου ταχύ, Φιλόξεν: "ἀποθανῇ γὰρ ὡρ´ας ἑβδόμης," κἀκεῖνος εἶπε: τέλος ἔχει τὰ πάντα μοι, ἰατρέ φησί, καὶ δεδιῴκηται πάλαι:
τοὺς διθυράμβους σὺν θεοῖς καταλιμπάνω ἠνδρωμένους καὶ πάντας ἐστεφανωμένους: οὓς ἀνατίθημι ταῖς ἐμαυτοῦ συντρόφοις Μούσαις Ἀφροδίτην καὶ Διόνυσον ἐπιτρόπους. ταῦθ αἱ διαθῆκαι διασαφοῦσιν. ἀλλ ἐπεὶ ὁ Τιμοθέου Χάρων σχολάζειν οὐκ ἐᾷ οὑκ τῆς Νιόβης, χωρεῖν δὲ πορθμίδὲ ἀναβοᾷ, καλεῖ δέ μοῖρα νύχιος, ἧς κλύειν χρεών, ἵν ἔχων ἀποτρέχω πάντα τἀμαυτοῦ κάτω, τοῦ πουλύποδὸς μοι τὸ κατάλοιπον ἀπόδοτε. κἀν ἄλλῳ δὲ μέρει φησί:
φιλόξενός ποθ, ὡς λέγουσ1, ὁ Κυθήριος ηὔξατο τριῶν σχεῖν τὸν λάρυγγα πήχεων, ὅπως καταπίνω φησίν, ὅτι πλεῖστον χρόνον καὶ πάνθ ἅμα μοι τὰ βρώμαθ ἡδονὴν ποῇ. καὶ Διογένης δὲ ὁ κύων ὠμὸν πολύποδα καταφαγὼν ἐποιδουμένης αὐτῷ τῆς γαστρὸς ἀπέθανε, περὶ δὲ τοῦ Φιλοξένου καὶ ὁ παρῳδὸς Σώπατρος λέγων φησί:
δισσαῖς γὰρ ἐν μέσαισιν ἰχθύων φοραῖς ἧσται, τὸν Αἴτνης ἐς μέσον λεύσσων σκοπόν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기