- 텍스트

Athenaeus, The Deipnosophists, Book 8, book 8, chapter 12

(아테나이오스, The Deipnosophists, Book 8, book 8, chapter 12)

καὶ ταῦτα μὲν ταύτῃ, ἄνδρες ἰχθύες:? ὑμεῖς γὰρ πάντα συναθροίσαντες βορὰν ἡμᾶς τοῖς ἰχθύσι παραβεβλήκατε καὶ οὐκ ἐκείνους ἡμᾶν, τοσαῦτα εἰπόντες ὅσα οὐδὲ Ἰχθύας ὁ Μεγαρικὸς φιλόσοφος οὐδ Ἰχθύων ὄνομα δὲ καὶ τοῦτο κύριον, οὗ μνημονεύει Τηλεκλείδης ἐν Ἀμφικτύοσι. δι ὑμᾶς δὲ καὶ τῷ παιδὶ παρακελεύσομαι κατὰ τοὺς Φερεκράτους Μυρμηκανθρώπους : μηδέποτ ἰχθύν, ὦ Δευκαλίων, μηδ ἢν αἰτῶ παραθῇς μοι. καὶ γὰρ ἐν Δήλῳ φησὶ Σῆμος ὁ Δήλιος ἐν β Δηλιάδος ὅταν θύωσι τῇ Βριζοῖ αὕτη δ ἐστὶν ἡ ἐνυπνιόμαντις : ἔνθα δ ἀποβρίξαντες ἐμείναμεν ἠῶ δῖαν ταύτῃ οὖν ὅταν θύωσιν αἱ Δηλιάδες, προσφέρουσιν αὐτῇ σκάφας πάντων πλήρεις ἀγαθῶν πλὴν ἰχθύων διὰ τὸ εὔχεσθαι ταύτῃ περί τε πάντων καὶ ὑπὲρ τῆς τῶν πλοίων σωτηρίας.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION