호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὁ δὲ λυχνέα, ὁ δὲ λοφνίαν,15 οὕτω καλεῖσθαι φάσκων τὴν ἐκ τοῦ φλοιοῦ λαμπάδα, ὁ δὲ πανόν, ἄλλος δὲ φανόν, ὁ δὲ λυχνοῦχον, ὃ δὲ λύχνον, καὶ δίμυξον δὲ λύχνον ἕτερος,16 ἄλλος δὲ ἑλάνην, ὁ δέ τις ἑλάνας, τὰς λαμπάδας οὕτω φάσκων καλεῖσθαι παρὰ τὴν ἕλην οὕτω δ εἰπεῖν Νεάνθην ἐν α τῶν περὶ Σ32Ατταλον Ἱστοριῶν.? καὶ ἄλλος ὅ τι δή ποτε, ὡς τάραχον γίνεσθαι οὐ τὸν τυχόντα τῶν ἐπὶ τούτοις πίστεων παρὰ πάντων λεγομένων. Σιληνὸν μὲν γάρ τις τὸν γλωσσογράφον ἔφασκεν Ἀθηναίους λέγειν τὰς λαμπάδας φανούς.
Τιμαχίδας δὲ ὁ Ῥόδιος δέλετρον τὸν φανὸν καλεῖσθαι, οἱο῀ν, φησίν, οἱ νυκτερευόμενοι τῶν νέων ἔχουσιν οὓς οὗτοι ἑλάνας καλοῦσιν. Ἀμερίας δὲ γράβιον τὸν φανόν. Σέλευκος δὲ οὕτως ἐξηγεῖται ταύτην τὴν λέξιν γράβιόν ἐστιν τα πρίνινον ἢ δρύινον ξύλον ὃ περιεθλασμένον καὶ κατεσχισμένον ἐξάπτεσθαι καὶ φαίνειν τοῖς ὁδοιποροῦσιν. Θεοδωρίδας γοῦν ὁ Συρακόσιος ἐν Κενταύροις διθυράμβῳ φησίν πίσσα δὲ ἀπὸ γραβίων ἔσταζεν, οἱο῀ν ἀπὸ λαμπάδων.
μνημονεύει δὲ γραβίων καὶ Στράττις ἐν Φοινίσσαις.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기