호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
πεποίηκε δὲ παρῳδίας καὶ Ἕρμιππος ὁ τῆς ἀρχαίας κωμῳδίας ποιητής, τούτων δὲ πρῶτος εἰσῆλθεν εἰς τοὺς ἀγῶνας τοὺς θυμελικοὺς Ἡγήμων καὶ παρ Ἀθηναίοις ἐνίκησεν ἄλλαις τε παρῳδίαις καὶ τῇ Γιγαντομαχίᾳ.? γέγραφε δὲ καὶ κωμῳδίαν εἰς τὸν ἀρχαῖον τρόπον, ἣν ἐπιγράφουσιν Φιλίννην. ὁ δὲ Εὔβοιος πολλὰ μὲν εἴρηκεν ἐν τοῖς ποιήμασιν χαρίεντα, περὶ μὲν τῆς τῶν βαλανέων μάχης: βάλλον δ ἀλλήλους χαλκήρεσιν ἐγχείῃσιν. περὶ δὲ τοῦ λοιδορουμένου κουρέως τῷ κεραμεῖ τῆς γυναικὸς χάριν μήτε σὺ τόνδ ἀγαθός περ ἐὼν ἀποαίρεο, κουρεῦ, μήτε σύ, Πηλείδη. ὅτι δὲ ἦν τις περὶ αὐτοὺς δόξα παρὰ τοῖς Σικελιώταις Ἀλέξανδρος ὁ Αἰτωλὸς ὁ τραγῳδοδιδάσκαλος ποιήσας ἐλεγεῖον τρόπον τοῦτον δηλοῖ: ὡς Ἀγαθοκλεῖος λάσιαι φρένες ἤλασαν ἔξω πατρίδος, ἀρχαίων ἦν ὅδ ἀνὴρ προγόνων, εἰδὼς ἐκ νεότητος ἀεὶ ξείνοισιν ὁμιλεῖν ξεῖνος, Μιμνέρμου δ εἰς ἔπος ἄκρον ἰὼν παιδομανεῖ σὺν ἔρωτι πότην ἶσον.
ἔγραφε δ ὡνὴρ εὖ παρ Ὁμηρείην ἀγλαίην ἐπέων πισσύγγους ἢ φῶρας ἀναιδέας ἤ τινα χλούνην, φλύοντ ἀνθηρῇ σὺν κακοδαιμονίῃ. τῷ ῥα Συρηκοσίοις καὶ ἔχον χάριν, ὃς δὲ Βοιωτοῦ ἔκλυεν, Εὐβοίῳ τέρψεται οὐδ ὀλίγον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기