- 텍스트

Athenaeus, The Deipnosophists, Book 15, book 15, chapter 43

(아테나이오스, The Deipnosophists, Book 15, book 15, chapter 43)

τὸ δὲ χρίσασθαι τῷ τοιούτῳ ἀλείμματι μυρίσασθαι εἴρηκεν Ἀλκαῖος ἐν Παλαίστρᾳ διὰ τούτων μυρίσασά συγκατέκλεισεν ἀνθ αὑτῆς λάθρᾳ.? μυρώμασιν μέντοι, οὐ μυρίσμασιν ἔλεγεν Ἀριστοφάνης ἐν Ἐκκλησιαζούσαις: ἥτις μεμύρισμαι τὴν κεφαλὴν μυρώμασιν. τῆς δὲ λεγομένης σάγδας μύρον δ ἐστὶ καὶ τοῦτο Ἐπίλυκος ἐν Κωραλίσκῳ: βάκκαρίς τε καὶ σάγδας ὁμοῦ. λέγων, ὅπερ ὁ Θυατειρηνὸς Νίκανδρος ἐπὶ τοῦ ἄγαν χλιδῶντος εἰρῆσθαι ἀκούει, Θεόδωρος δὲ θυμίαμά τί φησιν αὐτὸ εἶναι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION